1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

217

ἀλλ' ἔασον αὐτὸν τέως ἐπαινεῖν, φι- λεῖν, καὶ εἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Καὶ ἵνα μάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο. Μακάριον γὰρ, φησὶν, ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμε- νος. Καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόν- των ἁπάντων λέγων, Ἐν ὀλίγῳ με πείθεις Χρι- στιανὸν γενέσθαι. ʹ. Τί οὖν ὁ Παῦλος; Ἐπὶ πλέον ἁπλοῖ τὴν σαγήνην, καί φησιν· Εὐξαίμην ἂν ἔγωγε μὴ μόνον σε, ἀλλὰ 61.284 καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι ὅπερ ἐγὼ, ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε, Ἄνευ τῶν δεσμῶν; καὶ ποία σοι λοιπὸν παῤῥησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις, καὶ ταῦτα ἐπὶ δήμου τοσούτου; οὐ πανταχοῦ τῶν ἐπιστολῶν ἐπὶ τῷ πρά- γματι τούτῳ καυχᾶσαι, καὶ δέσμιον σεαυτὸν καλεῖς, καὶ τὴν ἄλυσιν ταύτην ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά; Οὐκ αὐτὸς ἀπεύχομαι, φησὶν, οὐδὲ αἰσχύνομαι, ἀλλ' ἐκεί- νων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσιν δέξασθαι τὸ καύχημα τὸ ἐμόν. Ἔμαθον δὲ παρὰ τοῦ ∆εσπότου μου μὴ ἐπιβάλλειν ἐπίβλημα ῥάκους ἀγνά- φου ἐπὶ ἱματίῳ παλαιῷ· διὰ τοῦτο οὕτως εἶπον. Καὶ γὰρ διαβέβληνται τέως πρὸς τὸ δόγμα τὸ ἡμέτερον, καὶ πρὸς τὸν σταυρὸν ἀπεχθῶς ἔχουσιν. Ἂν τοίνυν καὶ τὰ δεσμὰ προσθῶ, μεῖζον τὸ μῖσος γίνεται. ∆ιὰ τοῦτο ἀνεῖλον ταῦτα, ἵνα ἐκεῖνο εὐπαράδεκτον γένη- ται. Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέ- σθαι, ἐπεὶ μηδέπω τῆς παρ' ἡμῖν ἐγεύσαντο δόξης. ∆εῖ τοίνυν συγκαταβαίνειν. Ὅταν γὰρ μάθωσι φιλο-σοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλ- λος, καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Ἄλλοις γοῦν διαλεγόμενος, καὶ χάριν τὸ πρᾶγμα καλεῖ λέ- γων, ὅτι Ἐδόθη ἡμῖν ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πά- σχειν· τὸ δὲ τέως ἀγαπητὸν ἦν τὸ τὸν σταυρὸν τοὺς ἀκούοντας μὴ ἐπαισχυνθῆναι. ∆ιὰ τοῦτο ὁδῷ πρό- εισιν. Οὐδὲ γὰρ εἰς βασίλειά τις εἰσάγων τινὰ, πρὶν ἢ τὰ προπύλαια θεάσασθαι ἔξω ἑστῶτα, ἀναγκάζει κατοπτεύειν τὰ ἔνδον· οὕτω γὰρ οὐδὲ θαυμαστὰ φα- νεῖται, ἂν μή τις ἔνδον γενόμενος, ἅπαντα καταμά- θοι. Οὕτω τοίνυν καὶ ἡμεῖς τοῖς Ἑλλήνων παισὶ προσβάλωμεν, μετὰ συγκαταβάσεως, μετὰ ἀγάπης. Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι. Καὶ εἰ βούλει μαθεῖν αὐτῆς τὴν δύναμιν, ἄγε μοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέμοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θη- ρίον μᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸ γυμνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολμον, ἀν- δρεῖον καὶ μεγαλόψυχον γινόμενον καὶ πάντα τολ- μῶντα ῥᾳδίως. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ τῆς φύ- σεως αὐτῷ μεταβληθείσης ταῦτα γίνεται, ἀλλ' ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆς ἐνδείκνυσιν δύναμιν ἡ ἀγάπη· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις μάχαι- ραν μολιβδίνην, οὐ σιδηρᾶν ποιήσας, ἀλλὰ μένουσαν ἐπὶ τῆς τοῦ μολίβδου φύσεως, τὰ σιδήρου ἐργάζεσθαι παρασκευάσῃ. Σκόπει δέ· Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε- νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων. Τί οὖν; Ἐπειδὴ αὐτὸν ὁ πυρσὸς τῆς ἀγάπης ἀνῆψε, τὸν ἄπλαστον τοῦτον καὶ οἰκοῦντα οἰκίαν ὅρα πῶς ἐποίησε καρτερικὸν καὶ φιλόπονον. Καὶ ταῦτα μὴ παρ' ἐμοῦ, ἀλλὰ παρ' αὐτοῦ ἄκουε τοῦ πατριάρχου. Ἐγκαλῶν γὰρ τῷ κηδεστῇ, φησὶ, Ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ. Καὶ πῶς τὰ εἴκοσιν ἔτη ἐγένου; καὶ γὰρ καὶ τοῦτο προστίθει, Συγκαιόμενος