1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

218

τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ 61.285 τῶν ὀφθαλμῶν μου. Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειμένον βίον ζῶν. Ὅτι δὲ καὶ δειλὸς ἦν, δῆλον ἐξ ὧν τὸν Ἡσαῦ προσδοκῶν ὄψεσθαι, ἐτε- θνήκει τῷ δέει. Ἀλλ' ὅρα πῶς πάλιν οὗτος ὁ δειλὸς λέοντος θρασύτερος ὑπὸ τῆς ἀγάπης γέγονε. Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιμος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώματι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατα- σκευάσαι· καὶ ὃν ἐδεδοίκει καὶ ἔφριττε, πρῶτος ἰδεῖν ἐπὶ τῆς παρατάξεως ἐπεθύμει. Τοῦ γὰρ φόβου τού- του δυνατώτερος ἦν ὁ τῶν γυναικῶν πόθος. Εἶδες πῶς δειλὸς ὢν, τολμητὴς γέγονεν ἀθρόον, οὐ τὴν ἕξιν μεταβαλὼν, ἀλλ' ὑπὸ τῆς ἀγάπης κρατυνθείς; Ὅτι γὰρ καὶ μετὰ ταῦτα δειλὸς ἦν δῆλον ἐξ ὧν τόπους ἐκ τόπων ἀμείβει. Ἀλλὰ μηδεὶς νομιζέτω κατηγο- ρίαν εἶναι τοῦ δικαίου τὰ εἰρημένα. Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκλημα· τοῦτο γὰρ φύσεως· ἀλλὰ τὸ διὰ δειλίαν τι ποιεῖν τῶν μὴ προσηκόντων. Ἔστι γὰρ καὶ δειλὸν ὄντα τῇ φύσει, ἀνδρεῖον γενέσθαι ὑπὸ τῆς εὐλαβείας. Τί δὲ ὁ Μωυσῆς; οὐχὶ ἕνα Αἰγύπτιον φοβηθεὶς ἔφυγε, καὶ πρὸς τὴν ὑπερορίαν μετέστη; Ἀλλ' ὅμως ὁ φυγὰς οὗτος, καὶ ἑνὸς ἀνδρὸς ἀπειλὴν οὐκ ἐνεγκὼν, ἐπειδὴ ἐγεύσατο τοῦ μέλιτος τῆς ἀγάπης, καλῶς καὶ μηδενὸς καταναγκάζοντος συν- απολέσθαι τοῖς ἀγαπωμένοις ἠπείγετο. Εἰ μὲν γὰρ ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, φησὶν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγρα- ψας. Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελ- 61.286 γῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγμάτων ἡμῖν ἐνταῦθα χρεία λοιπόν· πᾶσι γὰρ τοῦτο δῆλον· κἂν θηρίου παντός τις ἀγριώτερος ᾖ, προβάτου παν- τὸς ἡμερώτερος ἀπὸ τοῦ φιλεῖν γίνεται. Τί γὰρ τοῦ Σαοὺλ ἀγριώτερον ἦν καὶ μανικώτερον· Ἀλλ' ἡνίκα τὸν ἐχθρὸν ἀπέλυσεν ἡ θυγάτηρ, οὐδὲ ῥῆμα πρὸς αὐ- τὴν ἐξέβαλε πικρόν· καὶ ὁ τοὺς ἱερέας ἄρδην ἅπαν- τας κατασφάξας διὰ τὸν ∆αυῒδ, τὴν θυγατέρα ὁρῶν ἐκ τῆς οἰκίας αὐτὸν ἀφεῖσαν, οὐδὲ μέχρι λόγου πρὸς αὐτὴν ἠγανάκτησε, καὶ ταῦτα ἀπάτης τοσαύτης ἐπ' αὐτὸν συντεθείσης· δυνατωτέρῳ γὰρ χαλινῷ τῷ τῆς ἀγάπης κατείχετο. Ὥσπερ δὲ ἐπιεικεῖς, οὕτω καὶ σώφρονας οἶδεν αὕτη ποιεῖν· κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν μυριάκις ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον. Κραταιὰ γὰρ, φησὶν, ὡς θάνατος ἡ ἀγάπη. Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γί- νεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν. Ἐπεὶ οὖν δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη, μετὰ ἀκριβείας ἁπάσης ἐν ταῖς ἑαυτῶν καταφυτεύσωμεν αὐτὴν ψυχαῖς, ἵν' ἡμῖν πολλὰ κομίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνε- κῶς τὸν καρπὸν ἔχωμεν, τὸν ἀεὶ τεθηλότα καὶ οὐδέ- ποτε μαραινόμενον. Οὕτω γὰρ καὶ τῶν αἰωνίων ἐπι- τευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ- χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη- σοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ- ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λ∆ʹ. Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθή- σεται. αʹ. ∆είξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ χαρίσματα καὶ τὰ τοῦ βίου κατορθώματα αὐτῆς δεῖ- σθαι, ἐκ τοῦ τὰς ἀρετὰς αὐτῆς ἀριθμῆσαι πάσας, καὶ φιλοσοφίας ἀκριβοῦς ὑπόθεσιν ἀποφῆναι, ἐξ ἑτέ- ρου πάλιν τρίτου κεφαλαίου δείκνυσιν αὐτῆς τὴν ἀξίαν. Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦν- τας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ τοὺς ἔχοντας τὰ μεγάλα χαρίσματα πάλιν καὶ ἐντεῦθεν ἐπαιρομένους, ταπεινῶσαι σπου- δάζων, καὶ δεῖξαι μηδὲν ἔχοντας, ἐὰν μὴ ταύτην ἔχωσιν. Οὕτω γὰρ ἔμελλόν τε