1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

221

γνῷς ὅτι οὐ περὶ τῶν οἰκονομιῶν εἴ- ρηκε τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, ἄκουσον τῶν ἑξῆς· ἐπήγαγεν οὖν· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Οὐ δήπου δὲ ὑπὸ τῶν οἰκονομιῶν ἐπεγνώσθη, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Μηδεὶς τοίνυν μικρὰν, μηδὲ ἁπλῆν νομιζέτω εἶναι ταύτην τὴν παρανομίαν, ἀλλὰ καὶ διπλῆν καὶ τριπλῆν καὶ πολλαπλασίονα. Οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄτοπον, ὅτι ταῦτα ἀλαζο- νεύονται εἰδέναι, ἃ τοῦ Πνεύματός ἐστι μόνου, καὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀλλ' ὅτι καὶ Παύλου οὐδὲ τὸ μερικὸν τοῦτο τῆς γνώσεως ἄνευ τῆς ἄνωθεν ἀποκαλύ- ψεως δυνηθέντος μαθεῖν, αὐτοὶ τὸ πᾶν ἐκ τῶν οἰκείων λογισμῶν κατειληφέναι φασίν. Οὐδὲ γὰρ ἔχου- 61.289 σιν οὐδαμοῦ τὴν Γραφὴν περὶ τούτων ἡμῖν διειλεγμέ- νην δεῖξαι. Ἀλλὰ γὰρ τὴν μανίαν αὐτῶν ἀφέντες, τῶν ἑξῆς ἐχώμεθα περὶ τῆς ἀγάπης λόγων. Οὐδὲ γὰρ τούτοις ἠρκέσθη, ἀλλ' ἐπάγει πάλιν λέγων· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. γʹ. Ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενομένων ἀγαθῶν, παύε- ται. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; καὶ πάλιν, Ἔστι δὲ πίστις ἐλπιζομέ- νων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομέ- νων. Ὥστε αὗται μὲν παύονται φανέντων ἐκείνων· ἡ δὲ ἀγάπη τότε μάλιστα αἴρεται, καὶ γίνεται σφοδρο- τέρα. Ἕτερον πάλιν ἐγκώμιον τῆς ἀγάπης· οὐδὲ γὰρ ἀρκεῖται τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἄλλο φιλονεικεῖ πάλιν εὑρεῖν. Σκόπει δέ· Εἶπεν αὐτὴν χάρισμα εἶναι μέγα καὶ ὁδὸν τούτων καθ' ὑπερβολήν· εἶπε χωρὶς αὐτῆς μηδὲν μέγα ὠφελεῖν τὰ χαρίσματα, ὑπέγρα- ψεν αὐτῆς διὰ πολλῶν τὴν εἰκόνα· βούλεται πάλιν καὶ ἑτέρως αὐτὴν ἐπᾶραι, καὶ δεῖξαι μεγάλην οὖσαν ἐκ τοῦ διαμένειν· διὸ καὶ ἔλεγε, Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Πῶς οὖν μείζων ἡ ἀγάπη; Τῷ ἐκεῖνα διαβαίνειν. Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων, ∆ιώκετε τὴν ἀγάπην. Καὶ γὰρ διώξεως χρεία καὶ δρόμου τινὸς σφοδροῦ ἐπ' αὐτήν· οὕτως ἡμῶν ἀπέπτη, καὶ τοσαῦτα τὰ ὑποσκελίζοντα τὸν ἐκεῖσε δρόμον. ∆ιὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς σφοδρότητος, ὥστε αὐτὴν καταλαβεῖν. Ὅπερ ἐνδεικνύμενος ὁ Παῦλος οὐκ εἶπεν, Ἀκολου-θεῖτε τῇ ἀγάπῃ, ἀλλὰ, ∆ιώκετε αὐτὴν, διεγείρων ἡμᾶς καὶ ἀνάπτων πρὸς τὴν ἐκείνης ἀντίληψιν. Καὶ γὰρ ὁ Θεὸς ἐξαρχῆς μυρία ὑπὲρ τοῦ ταύτην ἡμῖν ἐμφυτεῦσαι ἐμηχανήσατο· καὶ γὰρ μίαν ἅπασιν ἔδωκε κεφαλὴν, τὸν Ἀδάμ. ∆ιὰ τί γὰρ μὴ ἐκ γῆς γινόμεθα πάντες; διὰ τί μὴ τέλειοι, ὡς ἐκεῖνος; Ἵνα καὶ οἱ τόκοι καὶ αἱ παιδοτροφίαι, καὶ τὸ ἐξ ἀλλήλων φύεσθαι, συνδήσωσι πρὸς ἀλλήλους ἡμᾶς. ∆ιὰ τοῦτο οὐδὲ τὴν γυναῖκα ἐποίησεν ἀπὸ γῆς. Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁμόνοιαν ἡμᾶς ὁμοίως, τὸ τῆς αὐ- τῆς οὐσίας εἶναι, εἰ μὴ καὶ τὸν αὐτὸν ἔχοιμεν πρό- γονον, καὶ τοῦτο κατεσκεύασεν. Εἰ γὰρ νῦν τόποις διεστηκότες μόνοις, ἀλλοτρίους εἶναι νομίζομεν ἑαυ- τοὺς ἀλλήλων· εἰ δύο τὸ γένος ἡμῶν ἔσχεν ἀρχὰς, πολλῷ μᾶλλον ἂν τοῦτο ἐγένετο. ∆ιὰ δὴ τοῦτο, ὥσπερ ἀπό τινος μιᾶς κεφαλῆς, τὸ πᾶν ἔδησε σῶμα τοῦ τῶν ἀνθρώπων γένους. Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ εἰς ἓν συνάγει διὰ τοῦ γάμου· Ἀντὶ τούτου γὰρ καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ οὐκ εἶπεν, Ἡ γυνὴ, ἀλλ' Ὁ ἄνθρωπος, ἐπειδὴ καὶ μείζων ἡ ἐπιθυμία ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ μείζονα αὐτὴν διὰ τοῦτο ἐποίησεν, ἵνα τὸ ὑπερέχον κατακάμψῃ τῇ τυραννίδι τούτου τοῦ ἔρωτος, καὶ ὑποτάξῃ τῷ ἀσθενεστέρῳ. Ἐπειδὴ δὲ καὶ γάμον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα ἐποίησε τῇ γυναικί. Πάντα γὰρ ἀγάπης τῷ Θεῷ δεύ- τερα. Εἰ γὰρ οὕτω γενομένων ὁ πρῶτος εὐθέως οὕτως ἐμάνη, καὶ τοσαύτην μάχην ὁ διάβολος καὶ βασκανίαν ἐνέσπειρε, τί οὐκ ἂν εἰργάσατο, εἰ μὴ ἀπὸ μιᾶς ῥί- ζης ἐβλάστησαν; Εἶτα ἵνα τὸ μὲν ὑποτάττηται, τὸ δὲ ἄρχῃ τὸ γὰρ ὁμότιμον οἶδε πολλάκις μάχην εἰσ- 61.290 άγειν· οὐκ ἀφῆκε δημοκρατίαν εἶναι, ἀλλὰ