1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

223

ἀποδημίας ποιῶν. Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπει- ρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁμονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον· ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώτ- της καὶ ἀπὸ τόπου. Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπε- σεῖν ἡμᾶς τοῦ παραδείσου (εἰ γὰρ ἐβούλετο, οὐδ' ἂν ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ' ὁ παρακούσας αἴτιος· οὕτως οὐδὲ ἀλλογλώσσους εἶναι ἠθέλησεν· ἐπεὶ κἂν ἐξ ἀρχῆς τοῦτο ἐποίησε· νῦν δὲ πᾶσα ἡ γῆ χεῖλος ἓν ἦν, καὶ φωνὴ μία πᾶσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἡνίκα τὴν γῆν ἀφανισθῆναι ἔδει, οὐδὲ τότε ἡμᾶς ἐξ ἄλλης ἐποίησεν ὕλης, οὐδὲ μετ- έθηκε τὸν δίκαιον, ἀλλ' ἀφεὶς αὐτὸν ἐν μέσῳ τῷ κλυ- δωνίῳ, ὥσπερ τινὰ σπινθῆρα τῆς οἰκουμένης, ἀνῆψε πάλιν ἡμῶν τὸ γένος ἐκεῖθεν ἀπὸ τοῦ μακαρίου Νῶε. Καὶ ἐξ ἀρχῆς μὲν μίαν ἐποίησεν ἀρχὴν, τὸν ἄνδρα ἐπιστήσας τῇ γυναικί· ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκει- λεν ἀταξίαν τὸ γένος ἡμῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων· καὶ τοῦτο δὲ δι' ἀγάπην. Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀν- αιρετικὸν ἡμῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν μέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν' ὥσ- περ τινὰ λοιμὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνον- τες, πάντας εἰς ἓν συναγάγωσιν. Ἵνα δὲ μὴ μόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁμόνοια ᾖ, τὸν μὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ τιμήσας, τὴν δὲ γυναῖκα τῇ ἐπιθυμίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς μέσον ἀμφοτέ- ροις καταθεὶς, καὶ ἕτερα μετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν. Οὔτε γὰρ πάντα ἐπέτρεψε τῷ ἀνδρὶ, οὔτε πάντα τῇ γυναικὶ, ἀλλὰ καὶ ταῦτα διεῖλεν ἑκάστῳ, τῇ μὲν τὴν οἰκίαν, τῷ δὲ τὴν ἀγο- ρὰν ἐγχειρίσας, καὶ τῷ μὲν τὸ τρέφειν, γεωργεῖ γάρ· τῇ δὲ τὸ περιβάλλειν, ἱστὸς γὰρ καὶ ἠλακάτη τῆς γυ- ναικός· αὐτὸς γὰρ ἔδωκε τῇ γυναικὶ ὑφάσματος σο- φίαν. Ἀλλ' ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα ταύτην φαίνεσθαι τὴν διάκρισιν. Ἡ γὰρ βλακεία τῶν πολλῶν καὶ τοὺς ἄνδρας εἰς τοὺς ἱστοὺς ἐπεισ- ήγαγε, καὶ κερκίδας αὐτοῖς ἐνεχείρισε καὶ κρόκην καὶ στήμονας. Ἀλλ' ὅμως καὶ οὕτω διαλάμπει τῆς θείας οἰκονομίας ἡ πρόνοια. Καὶ γὰρ καὶ τῆς γυναικὸς ἐν ἄλλοις ἀναγκαιοτέροις σφόδρα δεόμεθα, καὶ τῶν ἐλαττόνων ἐν τοῖς συνέχουσι τὸν βίον ἡμῶν χρῄζομεν· καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω 61.292 ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πέ- νητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενή- των, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων. εʹ. Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δο- κεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνον, τὴν δὲ πε- νήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνὴρ, ἀλλ' ἐκκαθάρωμεν ἀκριβῶς ἑκατέρας, καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Ἐὰν γὰρ εὕρωμεν τὴν τῶν πενήτων δυναμένην, εὔδηλον ὅτι οἱ πλούσιοι τούτων μᾶλλον δεήσονται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ τῇ τῶν εὐπόρων οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινο- στρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορή- σωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων τα- λαιπωρίας; Πῶς οὖν ἡμῖν ἡ πόλις στήσεται αὕτη; ∆όντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνή- σονται παρὰ τῶν πενήτων. Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυ- τοῖς, εἴ γε ἐκείνων δέονται. Πῶς δὲ οἰκίας οἰκοδομή- σονται; ἢ καὶ τοῦτο ὠνήσονται; ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο φύσις. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ κα- λεῖν, καὶ διαφθείρειν τὸν νόμον, ὃν ἐθήκαμεν ἐξ ἀρ- χῆς τὴν πόλιν οἰκίζοντες· μέμνησθε γὰρ, ὅτε ἐλέγο- μεν, μηδεὶς ἔστω πένης ἔνδον. Ἀλλ' ἰδοὺ ἡ χρεία, καὶ μὴ βουλομένων ἡμῶν, ἐκάλεσεν αὐτοὺς καὶ εἰσήγαγεν. Ὅθεν δῆλον, ὡς ἀδύνατον χωρὶς πενή- των συστῆναι πόλιν. Εἰ γὰρ μένοι ἡ πόλις μηδένα