226
καθεστηκότων ὢν, καὶ οὐ- δὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν· καὶ γὰρ τοῦ Θεοῦ κελεύσαντος, καὶ τοῦτον ἐπέδωκε· μετὰ δὲ τοῦ υἱοῦ καὶ ἑαυτὸν ἐπέδωκε καὶ τὴν οἰκίαν ἅπασαν, ἡνίκα τὸν ἀδελφιδοῦν ἐξαρπάσαι ἔσπευδε. Καὶ ταῦτα οὐ χρημάτων ἕνεκεν ἐποίει, ἀλλὰ φιλανθρωπίας μό- νης. Ὅτε γοῦν τῶν λαφύρων αὐτὸν ἐποίουν κύριον οἱ δι' αὐτοῦ σωθέντες, μέχρι σπαρτίου καὶ σφαιρω- τῆρος ἅπαντα διεκρούσατο. ζʹ. Τοιοῦτος καὶ ὁ μακάριος ἦν Ἰώβ. Καὶ γὰρ Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἠνέῳκτο. Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος· ἀδύνατοι δὲ, ἤν ποτε χρείαν εἶχον, οὐκ ἀπέτυχον, οὐδὲ εἴασα ἐξελθεῖν ἀδύνατον τὴν θύραν μου κόλπῳ κενῷ. Καὶ πολλῷ πλείονα δὲ τούτων, ἵνα μὴ πάντα κατα- λέγωμεν νῦν, διετέλει πράττων, εἰς τοὺς δεομένους ἅπαντα τὸν πλοῦτον καταναλίσκων. Βούλει καὶ τοὺς οὐ παρὰ Θεοῦ γινομένους πλουσίους ἰδεῖν, ἵνα μάθῃς πῶς κέχρηνται τῷ πλούτῳ; Ὅρα τὸν ἐπὶ τοῦ Λα- ζάρου, τὸν οὐδὲ τῶν ψιχίων μεταδιδόντα· ὅρα τὸν Ἀχαὰβ τὸν καὶ τὸν ἀμπελῶνα ἁρπάζοντα· ὅρα τὸν Γιεζῆ, ὅρα τοὺς τοιούτους ἅπαντας. Οἱ μὲν γὰρ δι- καίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς 61.296 τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν· οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλί- σκοντες, ἢ κατορύττοντες καὶ ἀποκλείοντες, εἰς πτωχὸν δὲ οὐδὲν δαπανῶντες. Καὶ τίνος ἕνεκεν, φη- σὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους; Ὅτι μακρόθυμός ἐστιν, ὅτι βούλεται ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίμασεν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Εἰ δὲ εὐθέως τοὺς πλουτοῦντας κακῶς ἐκόλαζεν, οὐκ ἂν ὁ Ζακχαῖος ἔσχε προθεσμίαν μετανοίας, ὥστε καὶ τετραπλασίονα ἀποδοῦναι, ἅπερ ἥρπασε, καὶ τὰ ἡμίση προσθεῖναι τῶν ἑαυτοῦ· οὐκ ἂν ὁ Ματθαῖος μεταβαλέσθαι καὶ γενέσθαι ἀπόστολος, προαναρπαγεὶς τοῦ προσήκον- τος καιροῦ· οὐκ ἂν ἕτεροι πολλοὶ τοιοῦτοι. ∆ιὰ ταῦτα ἀνέχεται εἰς μετάνοιαν καλῶν ἅπαντας. Εἰ δὲ μὴ βούλοιντο, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένοιεν, ἀκούσονται τοῦ Παύλου λέγοντος, ὅτι Κατὰ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν θησαυρίζουσιν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἥντινα ὀργὴν ἵνα φύ- γωμεν, πλουτῶμεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωμεν πενίαν. Οὕτω γὰρ καὶ τῶν μελ- λόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ- ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΛΕʹ. ∆ιώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.
αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν τῆς ἀγάπης, παραινεῖ λοιπὸν μετὰ προθυμίας αὐτῆς ἀντέχεσθαι· διὸ καὶ ἔλεγε, ∆ιώκετε. Ὁ γὰρ διώκων ἐκεῖνο μόνον ὁρᾷ τὸ διωκόμενον, καὶ πρὸς ἐκεῖνο τέταται, καὶ οὐκ ἀφίσταται ἕως ἂν λάβῃ. Ὁ διώκων ὅταν δι' ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς ὄντας μετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· καὶ ὅταν αὐτοὶ μὴ φθάνωμεν τὴν ἀγάπην, τοὺς ἐγγὺς ὄντας αὐτῆς κελεύωμεν κατέχειν αὐτὴν, ἕως ἂν φθάσωμεν πρὸς αὐτήν· εἶτα ἐπειδὰν ἐπιλαβώμεθα, μηκέτ' ἀφῶμεν αὐτὴν, ἵνα μὴ πάλιν ἡμᾶς διαφύγῃ. Συνεχῶς γὰρ ἡμῶν ἀπο- πηδᾷ, ἐπειδὴ οὐκ εἰς δέον αὐτῇ κεχρήμεθα, ἀλλὰ πάντα αὐτῆς προτιμῶμεν. ∆ιὰ τοῦτο πάντα χρὴ ποιεῖν, ὥστε αὐτὴν μετὰ ἀκριβείας κατασχεῖν. Ἐὰν γὰρ τοῦτο γένηται, οὐδὲ πολλοῦ δεῖ πόνου ἡμῖν λοι- πὸν, μᾶλλον δὲ οὐδὲ τοῦ