1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

228

ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀπο- καλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν δι- δαχῇ; Καὶ τί λέγω, φησὶ, τοὺς ἄλλους; Ἔστω γὰρ ὁ φθεγγόμενος γλώσσαις Παῦλος· οὐδὲ γὰρ οὕτως ἔσται τι πλέον τοῖς ἀκούουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι τὸ ἐκείνοις συμφέρον ζητεῖ· οὐ πρὸς τοὺς τὸ χά- ρισμα ἔχοντας ἀπεχθῶς ἔχει, ὅπου γε οὐδὲ ἐπὶ τοῦ οἰκείου προσώπου παραιτεῖται δεῖξαι τὸ ἀνωφελές. Καὶ ἀεὶ δὲ τὰ φορτικὰ ἐπὶ τοῦ οἰκείου προσώπου γυ- μνάζει, ὡς καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; τίς δὲ Κηφᾶς; Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Οὐδὲ ἐγὼ ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύ- ψει, ἢ ἐν προφητείᾳ, ἢ ἐν γνώσει, ἢ ἐν δι- δαχῇ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν μή τι εἴπω δυ-νάμενον ὑμῖν εὔληπτον γενέσθαι, καὶ δυνάμενον εἶναι σαφὲς, ἀλλ' ἐπιδείξομαι μόνον, ὅτι γλωττῶν ἔχω χάρισμα, γλωττῶν ὧν ἀκούσαντες, οὐδὲν κερδάναντες 61.298 Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἂν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον· ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς, ἧς οὐ συνίετε; Καὶ τί λέγω, φησὶν, ὅτι ἐφ' ἡμῶν τοῦτο μὲν ἀκερδὲς, ὠφέλιμον δὲ τὸ σαφὲς καὶ εὔληπτον τοῖς ἀκούουσι; Καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τῆς μουσικῆς τοῦτο ἴδοι τις ἄν· εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ μηδὲ ῥυθμῷ μηδὲ ἁρμονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ συγκεχυμένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐμπνέοιτο, οὐδένα ψυχαγωγήσει τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀνάρθροις ἐκείνοις δεῖ τινος σαφηνείας· κἂν μὴ κατὰ τέχνην κρούσῃς, καὶ ἐμπνεύσῃς τῷ αὐλῷ, οὐδὲν ἐποίη- σας. Εἰ δὲ παρὰ τῶν ἀψύχων τοσαύτην ἀπαιτοῦμεν σαφήνειαν καὶ ἁρμονίαν καὶ διάκρισιν, καὶ ἐν τοῖς ἀσήμοις ἐκείνοις φθόγγοις βιαζόμεθα καὶ φιλονεικοῦ- μεν πολλὴν ἐπιθεῖναι τὴν σημασίαν, πολλῷ μᾶλλον ἐν τοῖς ἐμψύχοις καὶ λογικοῖς ἀνθρώποις, καὶ ἐν τοῖς πνευματικοῖς χαρίσμασι τὸ εὔσημον διώκειν δεῖ. Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρα- σκευάσεται εἰς πόλεμον; Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιμώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγος τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Εἰσὶ γὰρ καὶ ἐκεῖ ῥυθμοὶ, καὶ ἐνδείκνυνται ποτὲ μὲν πο- λεμικὴν ἠχὴν, ποτὲ δὲ οὐ τοιαύτην· καὶ ποτὲ μὲν εἰς παράταξιν ἐξάγει, ποτὲ δὲ ἀνακαλεῖται· κἂν μὴ τοῦτό τις εἰδῇ, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Ὃ δὴ δηλῶν καὶ τὴν βλάβην ἐμφαίνων φησὶ, Τίς παρα- σκευάσεται εἰς πόλεμον; Ὥστε ἂν μὴ τοῦτο ἔχῃ, τὸ πᾶν ἀπώλεσε. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί. Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα, διὸ καὶ ἐπάγει· Οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ εὔσημον λόγον δῶτε διὰ τῆς γλώτ- της, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τουτέστιν, οὐδενὶ φθεγγό- μενοι, πρὸς οὐδένα λαλοῦντες. Καὶ πανταχοῦ τὸ ἀν- ωφελὲς δείκνυσι. Καὶ εἰ ἀνωφελὲς, διὰ τί ἐδόθη; φη- σίν. Ὥστε ἐκείνῳ χρήσιμον εἶναι τῷ λαβόντι· εἰ δὲ καὶ ἑτέροις μέλλοι γίνεσθαι, ἑρμηνείαν δεῖ προσ- εῖναι. Ταῦτα δὲ λέγει, συνάγων αὐτοὺς πρὸς ἀλλήλους, ἵνα κἂν αὐτὸς μὴ ἔχῃ τὸ χάρισμα τοῦ ἑρμηνεύειν, ἕτερον προσλαβὼν τὸν τοῦτο ἔχοντα, ὠφέλιμον τὸ ἑαυτοῦ δι' ἐκείνου ποιήσῃ. ∆ιὸ πανταχοῦ δείκνυσιν ἀτελὲς ὂν, ἵνα κἂν οὕτως αὐτοὺς συνδήσῃ. Ὡς ὅ γε νομίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκω- μιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάμψαι καλῶς διὰ τῆς ἑρμηνείας. Καλὸν μὲν γὰρ καὶ ἀναγκαῖον τὸ χάρισμα, ἀλλ' ὅταν ἔχῃ τὸν σαφηνίζοντα τὰ λε- γόμενα. Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ' ὅταν αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁμοίως ἔσται χρή- σιμος· καὶ ἡ σάλπιγξ ἀναγκαία, ἀλλ' ὅταν ἁπλῶς ἠχῇ, καὶ ἐπαχθής. Οὔτε γὰρ τέχνη φανεῖται, μὴ ὑποκει- μένης ὕλης, οὐδὲ ὕλη μορφοῦται, μὴ ἐπιτεθειμένου τοῦ εἴδους. Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκεί- μενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον. Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φω- 61.299 ναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων,