1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

233

ἔχει τὸ ἀσφαλὲς, ἐκεῖνος δὲ ἔξωθεν. Καὶ ὥσπερ στρατιώτης βελτίων ὁ τῷ σώματι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεμεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος μόνον· οὕτω τοῦ χρήμασι θαῤῥοῦντος ὁ ἀπὸ τῆς ἀρετῆς πεφραγμένος ἀμείνων. ∆εύτερον, ὅτι, κἂν εἰς πενίαν μὴ καταπέσῃ, οὐ δυνατὸν αὐτὸν ἀτά- ραχον εἶναι· καὶ γὰρ πολλοὺς ἔχει κλύδωνας ὁ πλοῦ- τος καὶ ταραχάς. Ἀλλ' οὐχ ἡ ἀρετὴ, ἀλλ' ἡδονὴν μόνον καὶ ἀσφάλειαν· καὶ γὰρ ἀχείρωτον ποιεῖ τοῖς ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐ- επιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχεί- ρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπι- βουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃ- στάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐ- τὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσιν οἱ κακουργοῦντες· οὕτω πρᾶγμα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ' ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶμα οὐδὲ ζωῆς ἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κα- κῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλε- πώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκίνουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυ- μνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέμιος, ὡς ὁ πλοῦτος, ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰ- σχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι 61.305 μὲν γὰρ μίαν τὴν πρώτην καὶ δευτέραν ἡμέραν μεί- ναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυμνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃ- σταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀν- ταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυ- σοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Οὕτως ἄπιστον πρᾶγμα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε πε- ριττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες. Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίμων, κἂν ὁστισοῦν; καὶ γὰρ 61.304 ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐ- επιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχεί- ρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπι- βουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃ- στάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας;