1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

241

οὖν εἴ τις τὸν οὐρανὸν διαστείλας ἐκεῖ σε εἰσήγαγε, κἂν τὸν πατέρα, κἂν τὸν ἀδελφὸν εἶδες, οὐκ ἂν ἐτόλ- μησας φθέγξασθαι· οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευματικῶν φθέγγεσθαι ἔδει· καὶ γὰρ καὶ τὰ ἐνταῦθα οὐρανός. Εἰ δὲ ἀπιστεῖς, ἴδε πρὸς ταυτηνὶ τὴν τράπεζαν, ἀναμνήσθητι τίνος ἕνεκεν ἕστηκε, καὶ διὰ τί· ἐννόησον τίς ὁ προβαίνων ἐνταῦ- θα, φρίξον καὶ πρὸ τοῦ καιροῦ. Καὶ γὰρ καὶ θρόνον τις ἰδὼν μόνον βασιλέως, ἀνίσταται τῇ ψυχῇ, προσ- δοκῶν τὴν ἔξοδον τοῦ βασιλέως. Καὶ σὺ τοίνυν καὶ πρὸ τοῦ καιροῦ τοῦ φρικώδους φρίξον ἐκείνου, δι- ανάστηθι, καὶ πρὶν ἰδεῖν τὰ παραπετάσματα ἀναστελ- λόμενα καὶ τὸν χορὸν τῶν ἀγγέλων προβαί- νοντα, πρὸς αὐτὸν ἀνάβαινε τὸν οὐρανόν. Ἀλλ' ἀγνοεῖ ταῦτα ὁ ἀμύητος· οὐκοῦν ἀναγκαῖον καὶ πρὸς ἐκεῖνον εἰπεῖν ἕτερα. Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσο- μεν τῶν δυναμένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι πέτεσθαι. Σὺ τοίνυν ὁ ταῦτα ἀγνοῶν, ὅταν ἀκούσῃς τοῦ προφήτου λέγοντος, Τάδε λέγει Κύριος· Ἀπό- στηθι τῆς γῆς, ἀνάβηθι καὶ αὐτὸς εἰς τὸν οὐρανὸν, ἐννόησον τίς ἐστιν ὁ δι' ἐκείνου σοι διαλεγόμενος. Νῦν δὲ, μίμου μὲν γελωτοποιοῦντος, καὶ πορνευομένης γυναικὸς καὶ ἀσχημονούσης, θέατρον τοσοῦτον κάθ- ηται, πολλὴν παρέχον τὴν ἡσυχίαν τοῖς λεγομένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυ- βος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς· Θεοῦ δὲ ἐκ τῶν οὐρανῶν φθεγγομένου περὶ φρικτῶν οὕτω πραγμά- 61.314 των, κυνῶν ἀναισχυντότερον διακείμεθα, οὐδὲ ὅσην ταῖς πόρναις γυναιξὶ, τοσαύτην τῷ Θεῷ παρέχοντες τὴν αἰδώ. ʹ. Ἐφρίξατε ταῦτα ἀκούσαντες; Οὐκοῦν πολλῷ μᾶλλον ταῦτα ποιοῦντες φρίξατε. Ὃ περὶ τῶν ὑπερορώντων τοὺς πένητας εἶπεν ὁ Παῦλος, καὶ μό- νων ἑστιωμένων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ κα- ταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; δότε κἀμοὶ περὶ τῶν θορυβούντων ἐνταῦθα καὶ δια- λεγομένων εἰπεῖν· μὴ γὰρ οὐκ ἔχετε οἰκίας εἰς τὸ φλυαρεῖν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ διαφθείρετε καὶ τοὺς σωφρονεῖν καὶ ἡσυχάζειν βουλομένους; Ἀλλὰ ἡδὺ καὶ φίλον ἡμῖν τοῖς γνωρί- μοις διαλέγεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλ' ἐν οἰκίᾳ, ἀλλ' ἐν ἀγορᾷ, ἀλλ' ἐν βαλανείοις γινέσθω· ἡ γὰρ ἐκκλησία οὐ διαλέξεως, ἀλλὰ διδασκαλίας χωρίον ἐστί. Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν· εἰ δὲ μὴ τολ- μηρὸν εἰπεῖν, τάχα οὐδὲ τῆς σκηνῆς· οὕτω τῶν ἐκεῖ πορνευομένων γυναικῶν ἀσελγέστερον αἱ ἐνταῦθα συλλεγόμεναι καλλωπίζονται. ∆ιὸ δὴ πολλοὺς καὶ ἐν- ταῦθα ἐφέλκονται τῶν ἀκολάστων· καὶ ἄν τε πειρᾶ- ταί τις ἢ βούληται γυναῖκα διαφθείρειν, οὐδεὶς, οἶμαι, τῆς ἐκκλησίας ἐπιτηδειότερος αὐτῷ τόπος εἶναι δο- κεῖ. Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται. Ἐνταῦθα γὰρ καὶ περὶ τούτων πλείους γίνονται λόγοι, ἢ ἐν αὐτοῖς τοῖς ἐργαστηρίοις. Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα μᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συμβαῖνον· κἂν τῶν πολιτικῶν τι βουληθῇς ἀκοῦσαι πραγμάτων, κἂν τῶν ἐν οἰκίαις, κἂν τῶν ἐν στρατοπέδῳ, μὴ βαδίσῃς εἰς δικαστήριον, μηδὲ καθίσῃς ἐν ἰατρείῳ· εἰσὶ γὰρ ἐν- ταῦθα, εἰσὶν οἱ πάντων ἀκριβέστερον ταῦτα ἅπαντα καταγγέλλοντες καὶ πάντα μᾶλλόν ἐστι τὰ ἐνταῦθα, ἢ ἐκκλησία. Τάχα σφόδρα καθηψάμην ὑμῶν· οὐκ ἔγωγε οἶμαι. Ὅταν γὰρ τοῖς αὐτοῖς ἐπιμένητε, πό- θεν εἴσομαι, ὅτι καθίκετο ὑμῶν τὰ εἰρημένα; Οὐκοῦν τῶν αὐτῶν ἀναγκαῖον ἅψασθαι πάλιν. Ταῦτα οὖν ἀνεκτά; ταῦτα φορητά; Κοπτόμεθα καθ' ἑκάστην ἡμέραν καὶ διασπώμεθα, ἵνα τι χρήσιμον μα- θόντες ἀπέλθητε· καὶ οὐδεὶς ὑμῶν τι κερδάνας ἄπεισιν, ἀλλὰ καὶ βλαβεὶς μειζόνως. Καὶ γὰρ εἰς κρῖμα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁμαρ- τίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑμετέραις φλυαρίαις ἐνοχλοῦντες πάντοθεν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκ ἀκούω τῶν ἀνα- γινωσκομένων, φησὶν, οὐδὲ οἶδα τίνα ἐστὶ τὰ λεγό- μενα. Ἐπειδὴ θορυβεῖς, ἐπειδὴ ταράσσεις, ἐπειδὴ μετὰ ψυχῆς εὐλάβειαν ἐχούσης οὐ παραγίνῃ. Τί φής; οὐκ οἶδας τίνα ἐστὶ τὰ λεγόμενα; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο προσέχειν ἐχρῆν. Εἰ δὲ οὐδὲ τὸ