1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

243

ἑαυτοῦ λαβὼν, οὕτως αὐτῶν ἀποῤ- ῥάπτει τὰ στόματα. Οὐ γὰρ παραινεῖ μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, πα- λαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόμον. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγά- τωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁ νόμος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόμος λέγει; Πρὸς τὸν ἄν- δρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυ- ριεύσει. Εἶδες Παύλου σοφίαν, ἡλίκην παρήγαγε μαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾷν, καὶ μετὰ φόβου τοσούτου, μεθ' ὅσου τὴν δούλην ἡσυχάζειν χρή; ∆ιὸ καὶ αὐτὸς εἰπὼν, ὅτι Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκ 61.316 ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀν- δρῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων καὶ πατέρων καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας συλλόγου. Καὶ εἰ μηδὲ φθέγξονται, φησὶ, μηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ δὲ ἀμφιβαλλόμενα παρὰ τῶν ἀνδρῶν οἴκοι μανθανέ- τωσαν. ∆ιὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι μαθεῖν θέλου- σιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Οὐ γὰρ δὴ μόνον λαλεῖν αὐταῖς οὐκ ἐφίεται, φησὶν, ἁπλῶς, ἀλλ' οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρω- τᾷν οὐ χρὴ, πολλῷ μᾶλλον ἁπλῶς λαλεῖν οὐ θέμις. Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποτα- γῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ καὶ εὐρί- πιστον καὶ κοῦφον. ∆ιὰ δὴ τοῦτο τοὺς ἄνδρας αὐταῖς ἐπέστησε διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε μέλλοντας μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόμιζον ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λο- γισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕ- ροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δο- 61.317 κούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει, ὃ καὶ ἐνταῦθα τέθεικεν εἰπών· Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τη-ρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θό- ρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. ∆ιὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χρι- στῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλη- σίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκατα- στασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, καθὼς καὶ ἐν πά- σαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι οὔτε μόνοι ὑμεῖς πιστοὶ, ἀλλ' ἡ οἰκουμένη πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων ἔλεγε, Καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν παντὶ τῷ κόσμῳ, περὶ τοῦ Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατά- δηλα. Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξ- ελήλυθε· καὶ Ῥωμαίοις δὲ πάλιν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Ἀμφό- τερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ' ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώμης. ∆ιὸ καὶ ἐνταῦθά φησιν· Ἦ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατ- ήντησεν; Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ' ἑτέρων μανθάνειν· οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ τὰ παρ' ἑτέρων παραδείγματα δέχεσθαι. Ὁρᾷς διὰ πόσων ἐνέτρεψε; τὸν νόμον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγματος ἔδειξε, τὰς