1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

245

περὶ ἕν εἰσιν ἠσχολημένοι σῶμα· οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁμοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν, 61.319 ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόμην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος μόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶ τὰ ὁρώμενα πάντα, καὶ ἐφ' ἕτερον προβαίνουσι κόσμον· καὶ τοῦτο ἐπ' ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λή- γουσι. Τίς ἂν παραστήσειε λόγος τὸν χειμῶνα τῶν λογισμῶν ἐκείνων, τὰ κύματα, τὸν ζόφον; ὅπου δὲ κύματα καὶ χειμὼν τοιοῦτος, ποία γένοιτ' ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε- φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν· ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλ- λους συμβαίνειν εἴωθε. ∆ιά τοι τοῦτο οἱ μηδ' ὅλως ἐρῶντες, τῶν ἐρώντων ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο μὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν ἐρῶντα μὲν, κατέχοντα δὲ τὴν ἐπιθυμίαν, μᾶλλον ἂν φαίην τρυφᾷν τοῦ συνεχῶς τῆς πόρνης ἀπολαύον- τος. Εἰ γὰρ καὶ δυσκολωτέρα ἡ ἀπόδειξις, ἀλλ' ὅμως καὶ οὕτως ἀναγκαῖον κατατολμῆσαι τοῦ λόγου. Καὶ γὰρ δυσκολωτέρα γίνεται, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ παρὰ τὸ μὴ εἶναι τῆς φιλοσο- φίας ταύτης ἀκροατὰς ἀξίους. γʹ. Τί γὰρ ἥδιον, εἰπέ μοι, τῷ ἐρῶντι, τὸ καταφρονεῖ- σθαι ὑπὸ τῆς ἐρωμένης, ἢ τὸ τιμᾶσθαι καὶ ὑπερορᾷν; Εὔδηλον ὅτι τοῦτο. Τίνα οὖν, εἰπέ μοι, τιμήσει πλέον ἡ πόρνη, τὸν δουλεύοντα αὐτῇ καὶ αἰχμάλωτον ὑπ' αὐτῆς ἤδη γενόμενον, ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάμων αὐτῆς πετό- μενον; Παντί που δῆλον, ὅτι τοῦτον. Περὶ τίνα δὲ σπουδάσει πλέον, τὸν πεπτωκότα, ἢ τὸν οὐδέπω; Τὸν οὐδέπω πάντως. Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασμένος, ἢ ὁ μηδέπω ἁλούς; Ὁ μηδέπω τέως ἁλούς. Εἰ δὲ ἀπιστεῖτε, ἀπὸ τῶν ὑμετέρων παρ- έξω τὴν ἀπόδειξιν. Τίνος γὰρ ἄν τις μᾶλλον ἐρασθείη γυναικὸς, τῆς εὐκόλως ὑποκατακλινομένης αὐτῷ καὶ ἐκδιδομένης, ἢ τῆς ἀρνουμένης καὶ πράγματα αὐτῷ παρεχούσης; Εὔδηλον ὅτι ταύτης· καὶ γὰρ μειζόνως ἐντεῦθεν ὁ πόθος ἀνάπτεται. Οὐκοῦν καὶ ἐπὶ τῆς γυναικὸς τὸ αὐτὸ δὴ τοῦτο ἔσται· καὶ τοῦτον τιμή- σουσι καὶ θαυμάζονται πλέον τὸν ὑπερορῶντα αὐτῶν. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ὁμοίως, τὸ ἐν μείζονι εἶναι ἡδονῇ τὸν μᾶλλον τιμώμενον καὶ ἀγαπώμενον. Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν μὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει μετὰ σπουδῆς ἁπάσης· καὶ θηρευτὴς τὸ μὲν θηρευθὲν ζῶον ἐν σκότῳ κατακλείσας ἔχει, καθάπερ ἡ πόρνη τὸν ἐραστὴν, τὸ δὲ φεῦγον διώκει. Ἀλλ' ἀπολαύει τῆς ἐπιθυμίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει. Τὸ δὲ μὴ καταισχύνεσθαι, μηδὲ δουλεύειν ταῖς τυραννι- καῖς αὐτῆς ἐπιταγαῖς, μηδὲ ὡς ἀνδράποδον ἄγεσθαι ὑπ' αὐτῆς καὶ περιάγεσθαι ῥαπιζόμενον, ἐμπτυόμε- νον, ἐπὶ κεφαλῆς ὠθούμενον, μικρὰν ἡδονὴν εἶναι νομίζεις; εἰπέ μοι. Εἰ γάρ τις ταῦτα ἀκριβῶς ἐξετά- σειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήματα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς ἀπὸ τοῦ θρύπτεσθαι γινομένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι μόνον, πάντα πόλεμον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίας τούτων ζωῆς. Ποίαν οὖν λέγεις ἡδονήν; εἰπέ μοι· τὴν ἀπὸ τῆς μίξεως, τὴν πρόσκαιρον καὶ βρα- χεῖαν; Ἀλλ' εὐθέως ταύτην πόλεμος ἐπικαταλαμβά- νει καὶ κύματα καὶ λύττα καὶ μανία πάλιν ἡ αὐτή. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται, ὡς ἄν τις νέοις διαλε- γόμενος ἀκολάστοις εἴποι, οὐ σφόδρα ἀνεχομένοις τῶν περὶ βασιλείας καὶ γεέννης ἀκοῦσαι λόγων· 61.320 ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀνα- πλάττῃ παρ' ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν, τὴν ἐπὶ τῆς οἰκου- μένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρη- στὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας. Ἀλλ' ἡ μίξις ἔχει τινὰ ἡδονήν· τοῦτο γὰρ συνεχῶς περιστρέφουσιν· ὁ δὲ σωφρονῶν οὐ δύναται διηνεκῶς μαχόμενος τῇ τῆς φύσεως