1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

252

ἐδίωξεν, ὅτι τὴν πίστιν ἐπόρθησε, καὶ τὰ σεμνὰ ἐντεῦθεν ἀνύπ- οπτα ποιεῖ. εʹ. Καὶ σκόπει ταπεινοφροσύνης ὑπερβολήν. Εἰπὼν γὰρ, Ἔσχατον δὲ πάντων ἐμοὶ ὤφθη, οὐκ ἠρκέσθη τούτῳ· Πολλοὶ γὰρ ἔσχατοι πρῶτοι, φησὶ, καὶ πρῶτοι ἔσχατοι. ∆ιὰ τοῦτο προσέθηκεν. Ὡσ- περεὶ τῷ ἐκτρώματι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὴν οἰκείαν κρίσιν προστίθησι καὶ μετὰ αἰτίας λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστό- λων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τῶν δώδεκα μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάν- των. Ταῦτα δὲ πάντα ὁμοῦ μὲν μετριάζων ἔλεγεν, ὁμοῦ δὲ καὶ οὕτω διακείμενος, ὅπερ ἔφην, καὶ τὸ μέλλον ῥηθήσεσθαι προδιοικούμενος καὶ εὐπαράδε- κτον μᾶλλον ποιῶν. Εἰ μὲν γὰρ παρελθὼν εἶπεν, Ὀφείλετέ μοι πιστεῦσαι, ὅτι ἀνέστη ὁ Χριστός· εἶ- δον γὰρ αὐτὸν, καὶ πάντων ἀξιοπιστότερός εἰμι, ἅτε πλέον καμὼν, κἂν προσέστη τοῖς ἀκούουσι τὸ λεγό- μενον· νυνὶ δὲ τοῖς ταπεινοῖς ἐνδιατρίψας πρῶτον καὶ τοῖς κατηγορίαν ἔχουσι, τό τε τραχὺ τῆς τοιαύ- της διηγήσεως ὑπετέμνετο, καὶ τῇ πίστει τῆς μαρτυ- ρίας προωδοποίησε. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς, ὅπερ ἔφην, ἀποφαίνεται ἔσχατον ἑαυτὸν εἶναι, καὶ τῆς προσηγορίας τῶν ἀποστόλων ἀνάξιον, ἀλλὰ καὶ τὴν αἰτίαν τίθησι λέγων· Ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Καὶ μὴν ἀφείθη πάντα ἐκεῖνα, ἀλλ' ὅμως αὐτὸς οὐ- δέποτε αὐτῶν ἐπιλέλησται, τὸ μέγεθος τῆς χάριτος δεῖξαι βουλόμενος· διὸ καὶ ἐπάγει λέγων· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Εἶδες πάλιν ἑτέρας ταπεινοφρο- σύνης ὑπερβολήν; Τὰ μὲν γὰρ ἐλαττώματα ἑαυτῷ λογίζεται· τῶν δὲ κατορθωμάτων οὐδὲν, ἀλλὰ πάντα ἀνατίθησι τῷ Θεῷ. Εἶτα, ἵνα μὴ τὸν ἀκροατὴν ἐν- τεῦθεν ὕπτιον ποιήσῃ, φησί· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ γέγονε. Καὶ τοῦτο πάλιν ὑπεσταλ- μένως. Οὐ γὰρ εἶπεν, Ἀξίαν τῆς χάριτος ἐπεδειξά- μην σπουδὴν, ἀλλ' ὅτι Οὐ κενὴ γέγονεν. Ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Οὐκ εἶπεν, Ἐτιμήθην, ἀλλ', Ἐκοπίασα, καὶ κιν-δύνους καὶ θανάτους ἔχων εἰπεῖν, τῷ ὀνόματι τοῦ κόπου πάλιν ὑποτέμνεται τὸ εἰρημένον. Εἶτα πάλιν τῇ συνήθει κεχρημένος ταπεινοφροσύνῃ, καὶ τοῦτο ταχέως παρέδραμε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ λέ- γων· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Τί ταύτης θαυμαστότερον γένοιτ' ἂν τῆς ψυ- χῆς; ∆ιὰ γὰρ τοσούτων ἑαυτὸν καθελὼν, καὶ ἕν τι μόνον ὑψηλὸν φθεγξάμενος, οὐδὲ τοῦτο αὑτοῦ φησιν εἶναι, πανταχόθεν περιστέλλων, ἀπό τε τῶν ἔμπρο- σθεν, ἀπό τε τῶν μετὰ ταῦτα τὸ ὑψηλὸν τοῦτο ῥῆμα, καὶ ταῦτα ἐξ ἀνάγκης ἐλθὼν ἐπ' αὐτό. Σκόπει δὲ πῶς ἐπιδαψιλεύεται τοῖς τῆς ταπεινοφροσύνης ῥήμασι. Καὶ γὰρ, Ἐσχάτῳ μοι ὤφθη πάντων, φησί· διὸ οὐδὲ μεθ' ἑαυτοῦ τινα ἄλλον τίθησι· καὶ, Ὡσπερεὶ τῷ ἐκτρώματι, καὶ ἐλάχιστον ἑαυτὸν τῶν ἀποστόλων εἶναί φησι, καὶ οὐδὲ τῆς προσηγορίας ταύτης ἄξιον. Καὶ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἵνα μὴ δόξῃ ῥήμασι ταπεινοφρονεῖν, καὶ αἰτίας τίθησι καὶ ἀποδείξεις, τοῦ μὲν ἔκτρωμα εἶναι τὸ ὕστερον αὐτὸν ἰδεῖν τὸν 61.329 Ἰησοῦν, τοῦ δὲ καὶ τῆς προσηγορίας ἀνάξιον εἶναι τῶν ἀποστόλων τὸ διῶξαι τὴν Ἐκκλησίαν. Ὁ μὲν γὰρ ἁπλῶς ταπεινοφρονῶν, τοῦτο οὐ ποιεῖ· ὁ δὲ καὶ τὰς αἰτίας τιθεὶς, ἀπὸ συντετριμμένης διανοίας ἅπαντα φθέγγεται. ∆ιὸ καὶ ἀλλαχοῦ τῶν αὐτῶν τού- των μέμνηται, λέγων· Χάριν δὲ ἔχω τῷ ἐνδυναμώ- σαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Τίνος δὲ ἕνεκεν καὶ αὐτὸ τὸ ὑψηλὸν τοῦτο ἐφθέγξατο, τὸ, Περισσότερον αὐτῶν ἐκοπίασα; Τὸν καιρὸν ἑώρα καταναγκάζοντα. Εἰ μὴ γὰρ τοῦτο εἶπεν, ἀλλὰ μόνον ἑαυτὸν ἐξηυτέ- λισε, πῶς ἠδύνατο μετὰ παῤῥησίας εἰς μαρτυρίαν ἑαυτὸν καλεῖν, καὶ μετὰ τῶν ἄλλων ἀριθμεῖν καὶ λέ- γειν, Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο- μεν; Τὸν γὰρ μάρτυρα ἀξιόπιστον εἶναι δεῖ καὶ μέ- γαν. Πῶς δὲ καὶ περισσότερον αὐτῶν ἐκοπίασεν, ἔδειξεν ἀνωτέρω, λέγων· Ἢ οὐκ ἔχομεν ἐξουσίαν τοῦ φαγεῖν καὶ πιεῖν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; καὶ πάλιν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ γὰρ ὅπου ἀκρίβειαν ἐπιδείξασθαι ἔδει, πάντας ὑπερηκόντισε· καὶ ὅπου συγκαταβῆναι ἐχρῆν, τὴν αὐτὴν πάλιν ὑπερβολὴν