1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

257

ἀνῄρηται, καὶ οὐχ ἡμεῖς δὲ μόνον κενὰ ἐκηρύξαμεν, ἀλλὰ καὶ ὑμεῖς κενὰ ἐπιστεύσατε. Καὶ οὐ ταύτῃ μόνον δείκνυσι τὴν ἀτοπίαν τούτων τῶν πονηρῶν δογμάτων, ἀλλὰ καὶ ἐπαγωνίζεται λέγων· Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, 61.335 ὅτι ἐμαρτυρήσαμεν κατ' αὐτοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ δὲ ἄτοπον τοῦτο (κατηγορία γὰρ Θεοῦ καὶ συκοφαντία), καὶ οὐκ ἤγειρεν, ὥς φατε, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα ἕψεται ἄτοπα. Καὶ πάλιν αὐτὰ κατασκευάζει, καὶ ἀναλαμβάνει λέγων· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ γὰρ μὴ ἔμελλε τοῦτο ποιεῖν, οὐδ' ἂν παρεγένετο. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ τὸ τέλος, τὴν ἀνάστασιν αὐτοῦ, δι' αὐτῆς πάντας ἕλκων. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Τῷ σαφεῖ καὶ ὡμολογημένῳ τὴν ἀνάστασιν τοῦ Χριστοῦ συνεχῶς περιτίθησιν, ἀπὸ τοῦ ἰσχυροτέρου καὶ τὸ ἀσθενὲς εἶναι δοκοῦν καὶ ἀμφίβολον ἰσχυρὸν ποιῶν καὶ σαφές. Ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Εἰ γὰρ οὐκ ἠγέρθη, οὐδὲ ἀπέθανεν· εἰ δὲ οὐκ ἀπέθανεν, οὐδὲ τὴν ἁμαρτίαν ἔλυσεν· ὁ γὰρ θάνατος αὐτοῦ, τῆς ἁμαρτίας λύσις· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων; Τῷ θανάτῳ. ∆ιὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη· εἰ δὲ οὐκ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη· εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε· εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκηρύξαμεν· εἰ δὲ εἰκῆ ἐκηρύξαμεν, εἰκῆ ἐπιστεύσατε. Ἄλλως δὲ καὶ ὁ θάνατος ἀθάνατος μένει, εἰ μὴ ἀνέστη. Εἰ γὰρ καὶ αὐτὸς κατεσχέθη ὑπὸ τοῦ θανάτου, καὶ οὐκ ἔλυσεν αὐτοῦ τὰς ὠδῖνας, πῶς πάντας τοὺς ἄλλους ἀπήλλαξεν ἔτι αὐτὸς κατεχόμενος; ∆ιὸ καὶ ἐπάγει· Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Καὶ τί λέγω περὶ ὑμῶν, φησὶν, ὅπου γε καὶ ἐκεῖνοι πάντες ἀπολώλασιν, οἱ τὸ πᾶν διανύ- σαντες, καὶ οὐχ ὑποκείμενοι λοιπὸν τῇ ἀδηλίᾳ τοῦ μέλλοντος; Τὸ δὲ, Ἐν Χριστῷ, ἢ τὸ ἐν τῇ πίστει φησὶν, ἢ οἱ δι' αὐτὸν ἀποθανόντες, οἱ πολλοὺς ὑπο- μείναντες κινδύνους, οἱ πολλὰς ταλαιπωρίας, οἱ διὰ τῆς στενῆς ὁδοῦ βαδίσαντες. Ποῦ νῦν εἰσι τὰ πονηρὰ τῶν Μανιχαίων στόματα, τῶν λεγόντων ἀνά- στασιν αὐτὸν ἐνταῦθα λέγειν τῆς ἁμαρτίας τὴν ἀπαλλαγήν; Οἱ γὰρ πυκνοὶ οὗτοι καὶ συνεχεῖς συλλογισμοὶ καὶ ἀντιστρέφοντες οὐδὲν τούτων ἐμφαίνουσιν ὧν ἐκεῖνοι λέγουσιν, ἀλλ' ὅπερ ἡμεῖς φαμεν. Καὶ γὰρ ἀνάστασις τοῦ πεπτωκότος λέγεται. ∆ιὰ τοῦτο καὶ συνεχῶς ἐπιλέγει οὐ τὸ ἐγηγέρθαι μόνον, ἀλλὰ καὶ τὸ, Ἐκ νεκρῶν, προστιθείς. Καὶ Κορίνθιοι δὲ οὐ περὶ ἀφέσεως ἁμαρτημάτων ἀμφ- έβαλλον, ἀλλὰ περὶ σωμάτων ἀναστάσεως. Ποία δὲ ὅλως ἀνάγκη, εἰ μὴ ἀναμάρτητοι εἶεν οἱ ἄνθρωποι, μηδὲ τὸν Χριστὸν τοῦτο εἶναι; Εἰ γὰρ μὴ ἔμελλεν ἐγείρειν, ἀκόλουθον τὸ λέγειν, τίνος ἕνεκεν ἦλθε, καὶ σάρκα ἔλαβε, καὶ ἀνέστη; τὸ δὲ ἡμέτερον οὐκέτι. Καὶ γὰρ ἁμαρτανόντων ἀνθρώπων καὶ μὴ ἁμαρτα- νόντων, ἀεὶ σύνεστι τῷ Θεῷ τὸ ἀναμάρτητον, καὶ οὐχ ἕπεται τὸ ἡμέτερον ἐκείνῳ, οὐδὲ ἀντιστρέφει τοῦτο πρὸς ἐκεῖνο, ὥσπερ ἐπὶ τῆς τῶν σωμάτων ἀναστάσεως. Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. γʹ. Τί λέγεις, ὦ Παῦλε; πῶς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἠλπικότες ἐσμὲν, εἰ σώματα οὐκ ἐγείρεται, τῆς ψυ- χῆς μενούσης καὶ ἀθανάτου οὔσης; Ὅτι κἂν μένῃ ἡ ψυχὴ, κἂν μυριάκις ἀθάνατος ᾖ, ὥσπερ οὖν καὶ ἔστι, τῆς σαρκὸς χωρὶς οὐκ ἀπολήψεται τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, ὥσπερ οὖν οὐδὲ κολασθήσεσθαι· Πάντα γὰρ φανερωθήσεται ἔμπροσθεν τοῦ βήματος τοῦ 61.336 Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά. ∆ιὰ τοῦτό φησιν· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει ἔξω τῆς μακαριό- τητος ἐκείνης τῆς ἐν οὐρανοῖς· εἰ δὲ τοῦτο, οὐδενὸς ἀπολαυσόμεθα τότε καθόλου· εἰ δὲ τότε οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν. Τί οὖν ἡμῶν κατὰ τοῦτο ἀθλιώτερον γένοιτ' ἂν, φησί; Ταῦτα δὲ ἔλεγεν ὁμοῦ μὲν εἰς τὸν περὶ ἀναστάσεως στηρίζων τῶν σωμάτων αὐτοὺς λόγον, ὁμοῦ δὲ καὶ περὶ τῆς