1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

258

ἀθα- νάτου ζωῆς ἐκείνης πείθων, ἵνα μὴ εἰς τὸ παρὸν νομίζωσι τὰ ἡμέτερα καταλύειν πάντα. Κατασκευά- σας γὰρ ἱκανῶς διὰ τῶν ἔμπροσθεν, ὅπερ ἐβούλετο, καὶ εἰπὼν, Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χρι- στὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἠγέρθη, ἀπ- ωλόμεθα, καὶ ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις· πάλιν καὶ τοῦτο ἐπάγει, κατασείων αὐτῶν τὴν ἀπόνοιαν. Καὶ γὰρ ὅταν μέλλῃ τι τῶν ἀναγκαίων εἰσάγειν δογμάτων, τῷ φόβῳ τὴν πώρωσιν αὐτῶν διασαλεύει πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησεν, ἀνωτέρω τε αὐτὰ διασπεί- ρας, καὶ ἐναγωνίους καταστήσας αὐτοὺς, ὡς τοῦ παντὸς ἐκπεσόντας· καὶ νῦν πάλιν ἑτέρως, καὶ ὡς ἂν μάλιστα ἤλγησαν, τὸ αὐτὸ τοῦτο ποιῶν, καὶ λέ- γων· Ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, εἰ, μετὰ τοσούτους πολέμους καὶ θανάτους καὶ τὰ μυρία δεινὰ, τοσούτων μέλλοιμεν ἐκπίπτειν ἀγαθῶν, καὶ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκε· καὶ γὰρ πάντα τῆς ἀναστάσεως ἤρτηται. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ περὶ ἁμαρτημάτων ὁ λόγος αὐτῷ ἦν. ἀλλὰ περὶ σωμάτων ἀναστάσεως, καὶ ζωῆς τῆς παρ- ούσης καὶ τῆς μελλούσης. Νυνὶ δὲ Χριστὸς ἐγή- γερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. ∆είξας ὅσα ἐκ τοῦ μὴ πιστεύεσθαι τὴν ἀνάστασιν τίκτεται τὰ κακὰ, ἀναλαμβάνει τὸν λόγον πάλιν, καί φησι· Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· συν- εχῶς τὸ Ἐκ νεκρῶν προστιθεὶς, ὥστε ἀποῤῥάψαι τῶν αἱρετικῶν τὰ στόματα. Ἀπαρχὴ τῶν κεκοιμη- μένων. Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Εἰ δὲ ἀνάστασιν τὴν τῶν ἁμαρτιῶν ἀπαλλαγὴν ἔλε- γεν, οὐδεὶς δὲ ἁμαρτίας ἐκτὸς (καὶ γὰρ Παῦλος λέ- γει, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι), πῶς ἔσονταί τινες οἱ ἀνιστάμενοι καθ' ὑμᾶς; Ὁρᾷς ὅτι περὶ σωμάτων ὁ λόγος αὐτῷ ἦν; Καὶ ἵνα ἀξιόπιστον αὐτὸ ποιήσῃ, συνεχῶς τὸν Χριστὸν εἰς τὸ μέσον προφέρει, τὸν ἀναστάντα ἐν σαρκί· εἶτα καὶ αἰτιολογεῖ. Ὅπερ γὰρ ἔφην, ὅταν ἀποφαίνηται μὲν, τὴν δὲ αἰτίαν μὴ λέγῃ, οὐχ οὕτως εὐπαράδεκτος ὁ λόγος γίνεται τοῖς πολλοῖς. Τίς οὖν ἡ αἰτία; Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις τῶν νεκρῶν. Εἰ δὲ δι' ἀνθρώπου, σῶμα πάντως ἔχοντος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν, πῶς καὶ ἑτέρως ἀναγκαῖον ποιεῖ τὸν λόγον. Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν καὶ ἀναμα- χέσασθαι δεῖ τὴν καταβληθεῖσαν φύσιν, αὐτὸν καὶ νικῆσαι· οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. Ἴδωμεν δὲ ποῖόν φησι θάνατον. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Τί οὖν; πάντες, εἰπέ μοι, ἀπέθανον ἐν τῷ Ἀδὰμ τὸν τῆς ἁμαρτίας θάνα- τον; πῶς οὖν Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ; πῶς δὲ 61.337 Ἀβραάμ; πῶς δὲ Ἰώβ; πῶς δὲ οἱ ἄλλοι ἅπαντες; Τί δὲ, εἰπέ μοι, πάντες ζωοποιηθήσονται ἐν τῷ Χρι- στῷ; Καὶ ποῦ οἱ εἰς γέενναν ἀπαγόμενοι; Ἂν μὲν γὰρ περὶ σώματος εἰρημένον ᾖ τοῦτο, ἕστηκεν ὁ λό- γος· ἂν δὲ περὶ δικαιοσύνης καὶ ἁμαρτίας, οὐκέτι. Εἶτα, ἵνα μὴ τὴν ζωοποίησιν κοινὴν ἀκούσας, καὶ τοὺς ἁμαρτωλοὺς νομίσῃς σώζεσθαι, ἐπήγαγεν· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Μὴ γὰρ, ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπο- λαύειν. Εἰ γὰρ ἐπὶ τῆς τιμωρίας οὐ πάντες τὰ αὐτὰ πείσονται, ἀλλὰ πολλὴ ἡ διαφορὰ, πολλῷ μᾶλλον, ἔνθα ἁμαρτωλοὶ καὶ δίκαιοι, πλείων ἡ διάστασις ἔσται. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ· τουτέστιν, οἱ πιστοὶ καὶ οἱ εὐδοκιμηκότες. Εἶτα τὸ τέλος. Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα ἅπαντα λήψεται τέλος, οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χριστοῦ τὰ πράγματα ἕστηκεν ἔτι μετέωρα. ∆ιὸ προσέθηκεν, Ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μά-θῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. δʹ. Ἐνταῦθά μοι προσέχετε μετὰ ἀκριβείας, καὶ ὁρᾶτε μή τι διαφύγῃ τῶν λεγομένων ὑμᾶς. Καὶ γὰρ πρὸς ἐχθροὺς ἡμῖν ἡ μάχη· διὸ πρότερον τὴν εἰς ἄτοπον ἀπαγωγὴν δεῖ γυμνάζειν, ὃ καὶ Παῦλος πολ- λάκις ποιεῖ· οὕτω γὰρ μάλιστα ἃ λέγουσιν, εὐφώρατα ἡμῖν φανεῖται. Ἐρώμεθα οὖν αὐτοὺς πρῶτον, τί ἐστι τὸ εἰρημένον, Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί; Εἰ γὰρ ἁπλῶς