1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

259

ἐκλάβοιμεν τοῦτο, καὶ μὴ θεοπρεπῶς, οὐκ ἔσται μετὰ ταῦτα ἔχων αὐτήν· ὁ γὰρ παραδοὺς ἑτέρῳ, παύεται λοιπὸν τοῦ κατέχειν αὐτός. Καὶ οὐ τοῦτο μόνον ἔσται τὸ ἄτοπον, ἀλλ' ὅτι οὐδὲ ἐκεῖνος ὁ παραλαβὼν εὑρε- θήσεται πρὶν ἢ παραλαβεῖν ἔχων. Οὐκοῦν κατ' ἐκεί- νους οὔτε ὁ Πατὴρ βασιλεὺς ἦν ἔμπροσθεν, καὶ διώκει τὰ ἡμέτερα, οὔτε ὁ Υἱὸς μετὰ ταῦτα φανεῖται βασιλεὺς ὤν. Πῶς οὖν περὶ μὲν τοῦ Πατρός φησιν αὐτὸς, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι; περὶ δὲ αὐτοῦ ὁ ∆ανιὴλ, ὅτι Ἡ βα- σιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ παρελεύ- σεται; Εἶδες πόσα ἄτοπα τίκτεται, καὶ μαχόμενα ταῖς Γραφαῖς, ὅταν ἀνθρωπίνως ἐκλαμβάνῃ τις τὰ λεγόμενα; Ποίαν δὲ καὶ ἀρχὴν ἄρα ἐνταῦθά φησι καταργεῖν; τὴν τῶν ἀγγέλων; Ἄπαγε. Ἀλλὰ τὴν τῶν πιστῶν; Οὐδὲ τοῦτο. Ἀλλὰ ποίαν; Τὴν τῶν δαιμόνων, περὶ ἧς φησιν, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Νῦν μὲν γὰρ οὐδέπω κατήργηνται τέλεον· ἐνεργοῦσι γὰρ πολλα- χοῦ· τότε δὲ παύσονται. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάλιν κἀντεῦθεν ἕτερον ἄτοπον τίκτεται, ἂν μὴ καὶ τοῦτο θεοπρεπῶς ἐκλάβωμεν. Τὸ γὰρ, Ἄχρις, τέλους ἐστὶ καὶ διορισμοῦ· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο οὐκ ἔστιν. Ἔσχατος ἐχθρὸς κατ- αργεῖται ὁ θάνατος. Πῶς ἔσχατος; Μετὰ πάντας, 61.338 μετὰ τὸν διάβολον, μετὰ τὰ ἄλλα ἅπαντα. Καὶ γὰρ καὶ ἐν ἀρχῇ ἔσχατος εἰσῆλθε· πρότερον γὰρ ἡ συμ- βουλὴ τοῦ διαβόλου, καὶ ἡ παρακοὴ, καὶ τότε ὁ θάνατος. Τῇ μὲν οὖν δυνάμει καὶ νῦν κατήργηται, τῇ δὲ ἐνεργείᾳ τότε. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, Πάντα ὑπο- τέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτά- ξαντι αὐτῷ τὰ πάντα. Καὶ μὴν ἔμπροσθεν οὐ τὸν Πατέρα ἔλεγεν εἶναι τὸν ὑποτάξαντα, ἀλλ' αὐτὸν καταργοῦντα· Ὅταν γὰρ καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν· καὶ πάλιν, ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πῶς οὖν ἐνταῦθα τὸν Πα- τέρα φησί; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δοκοῦν ἄπορον εἶναι, ἀλλ' ὅτι καὶ δέδοικε δέος σφόδρα ἄτο- πον, καὶ κέχρηται ἐπιδιορθώσει λέγων· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, ὥς τινων ὑποπτευόν- των, μήποτε καὶ ὁ Πατὴρ ὑποταγῇ τῷ Υἱῷ· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Ἀλλ' ὅμως αὐτὸ δέδοικε. Τί οὖν ἐστι; καὶ γὰρ πολλὰ τὰ ζητήματα ἐφεξῆς κεῖται· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν. Καὶ γὰρ ἀναγκαῖον ἡμῖν πρῶτον καὶ σκοπὸν εἰπεῖν Παύλου καὶ τὴν γνώ- μην, ἣν πανταχοῦ εὕροι τις ἂν διαλάμπουσαν, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν· καὶ γὰρ καὶ τοῦτο πρὸς τὴν λύσιν ἡμῖν συντελεῖ. Τίς οὖν ἡ Παύλου γνώμη, καὶ τί τὸ ἔθος; Ἄλλως, ὅταν περὶ τῆς θεότητος μό- νης διαλέγηται, φθέγγεται, καὶ ἑτέρως, ὅταν εἰς τὸν τῆς οἰκονομίας ἐμπέσῃ λόγον. Ὅταν γὰρ ἐπι- λάβηται τῆς σαρκὸς, ἀδεῶς ἅπαντα λοιπὸν λέγει τὰ ταπεινὰ, θαῤῥῶν ὡς οὔσης ἱκανῆς δέξασθαι τὰ λεγόμενα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα πότερον περὶ γυμνῆς τῆς θεότητος ὁ λόγος αὐτῷ, ἢ μετὰ τῆς οἰκονομίας ἀποφαίνεται περὶ αὐτοῦ ταῦτα, ἅπερ φησί· μᾶλλον δὲ πρότερον δείξωμεν, ποῦ τοῦτο ἐποίησεν ὅπερ εἶπον. Ποῦ τοίνυν τοῦτο ἐποίησε; Φιλιππησίοις γράφων φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Εἶδες πῶς, ὅτε μὲν περὶ τῆς θεότητος διελέγετο μόνης, τὰ μεγάλα ἐκεῖνα εἴρηκε, τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, καὶ τὸ εἶναι ἴσα τῷ γεγεννηκότι, καὶ αὐ- τῷ τὸ πᾶν ἀνατίθησιν· ἐπειδὴ δὲ ἔδειξεν αὐτόν σοι σαρκωθέντα, κατεβίβασε πάλιν τὸν λόγον; Εἰ γὰρ μὴ ταῦτα διέλοις, πολλὴ ἡ μάχη τῶν εἰρημένων. Καὶ γὰρ εἰ ἴσα Θεῷ ἦν, πῶς τὸν ἴσον ἑαυτῷ ὑπερ- ύψωσεν; εἰ ἐν μορφῇ Θεοῦ ἦν, πῶς ἐχαρίσατο αὐτῷ ὄνομα; ὁ γὰρ χαριζόμενος, τῷ μὴ ἔχοντι χα-