1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

267

γὰρ τοῦτο ἐφεῖται, καὶ οὐ χρεία γνώμης τῆς τοῦ λαμβάνοντος, οὐδὲ συγκατα- θέσεως τῆς ἐν τῷ ζῇν, τί κωλύει καὶ Ἕλληνας καὶ Ἰουδαίους οὕτω γενέσθαι πιστοὺς, ἑτέρων μετὰ τὴν τελευτὴν ἐκείνων ὑπὲρ ἐκείνων ταῦτα ποιούντων; Ἀλλ' ἵνα μὴ ἐπιπλέον τὰ ἀραχνίδια διακόπτοντες ματαιοπονῶμεν, φέρε τῆς ῥήσεως ταύτης τὴν δύ- ναμιν ὑμῖν ἀναπτύξωμεν. Τί οὖν φησιν ὁ Παῦλος; Πρῶτον δὲ ἀναμνῆσαι βούλομαι τοὺς μεμνη- μένους ὑμᾶς ῥήσεως, ἣν κατὰ τὴν ἑσπέραν ἐκείνην 61.348 οἱ μυσταγωγοῦντες ὑμᾶς λέγειν κελεύουσι, καὶ τότε ἐρῶ καὶ τὸ τοῦ Παύλου· οὕτω γὰρ ὑμῖν καὶ τοῦτο ἔσται σαφέστερον. Μετὰ γὰρ τὰ ἄλλα πάντα τοῦτο προστίθεμεν, ὃ νῦν ὁ Παῦλος λέγει. Καὶ βούλομαι μὲν σαφῶς αὐτὸ εἰπεῖν, οὐ τολμῶ δὲ διὰ τοὺς ἀμυή- τους· οὗτοι γὰρ δυσκολωτέραν ἡμῖν ποιοῦσι τὴν ἐξ- ήγησιν, ἀναγκάζοντες ἢ μὴ λέγειν σαφῶς, ἢ εἰς αὐ- τοὺς ἐκφέρειν τὰ ἀπόῤῥητα. Πλὴν ἀλλ' ὡς ἂν οἷός τε ὦ, συνεσκιασμένως ἐρῶ. Μετὰ γὰρ τὴν ἀπαγγελίαν τῶν μυστικῶν ῥημάτων ἐκείνων καὶ φοβερῶν, καὶ τοὺς φρικτοὺς κανόνας τῶν ἐκ τοῦ οὐρανοῦ κατενεχ- θέντων δογμάτων, καὶ τοῦτο πρὸς τῷ τέλει προστί- θεμεν, ὅταν μέλλωμεν βαπτίζειν, κελεύοντες λέγειν, ὅτι Πιστεύω εἰς νεκρῶν ἀνάστασιν, καὶ ἐπὶ τῇ πίστει ταύτῃ βαπτιζόμεθα. Μετὰ γὰρ τὸ ὁμολογῆσαι τοῦτο μετὰ τῶν ἄλλων, τότε καθιέμεθα εἰς τὴν πηγὴν τῶν ἱερῶν ναμάτων ἐκείνων. Τοῦτο τοίνυν ἀναμιμνήσκων ὁ Παῦλος ἔλεγεν· Εἰ μὴ ἔστιν ἀνάστασις, τί καὶ βαπτίζῃ ὑπὲρ τῶν νεκρῶν; τουτέστι, τῶν σωμάτων. Καὶ γὰρ ἐπὶ τούτῳ βαπτίζῃ, τοῦ νεκροῦ σώματος ἀνάστασιν πιστεύων, ὅτι οὐκέτι μένει νεκρόν. Καὶ σὺ μὲν διὰ τῶν ῥημάτων λέγεις νεκρῶν ἀνάστασιν· ὁ δὲ ἱερεὺς, ὥσπερ ἐν εἰκόνι τινὶ, ἅπερ ἐπίστευσας καὶ διὰ τῶν ῥημάτων ὡμολόγησας, δείκνυσί σοι καὶ διὰ τῶν πραγμάτων αὐτῶν. Ὅταν χωρὶς σημείου πιστεύῃς, τότε σοι καὶ τὸ σημεῖον παρέχει· ὅταν τὰ σαυτοῦ ποιήσῃς, τότε καὶ ὁ Θεός σε πληροφορεῖ. Πῶς καὶ τίνι τρόπῳ; ∆ιὰ τοῦ ὕδατος. Τὸ γὰρ βαπτί- ζεσθαι καὶ καταδύεσθαι, εἶτα ἀνανεύειν, τῆς εἰς ᾅδου καταβάσεώς ἐστι σύμβολον καὶ τῆς ἐκεῖθεν ἀνόδου. ∆ιὸ καὶ τάφον τὸ βάπτισμα ὁ Παῦλος καλεῖ λέγων· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτί- σματος εἰς τὸν θάνατον. Ἀπὸ τούτου καὶ τὸ μέλ- λον ἀξιόπιστον ποιεῖ, τῶν σωμάτων λέγω τὴν ἀνά- στασιν. Τοῦ γὰρ σῶμα ἀναστῆσαι πολλῷ μεῖζον τὸ ἁμαρτήματα ἀφανίσαι. Καὶ τοῦτο ὁ Χριστὸς ἀποφαι- νόμενος, ἔλεγεν· Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Τὸ μὲν δυσκο- λώτερον ἐκεῖνο, φησίν· ἐπειδὴ δὲ ἀπιστεῖτε ἅτε ἀδήλῳ ὄντι, καὶ τὸ εὐκολώτερον ἀντὶ δυσκόλου ποιεῖ- σθε τῆς ἐμῆς δυνάμεως ἀπόδειξιν, οὐδὲ τοῦτο παρ- αιτήσομαι παρασχεῖν ὑμῖν τὸ δεῖγμα. Τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. βʹ. Καὶ πῶς τοῦτο δύσκολον, φησὶν, ὅταν καὶ βασι- λεῦσι καὶ ἄρχουσι δυνατὸν ᾖ; καὶ γὰρ μοιχοὺς καὶ ἀνδροφόνους ἀφιᾶσιν ἐκεῖνοι. Παίζεις, ἄνθρωπε, 61.349 ταῦτα λέγων· ἁμαρτήματα μὲν γὰρ ἀφεῖναι μόνῳ Θεῷ δυνατόν· ἄρχοντες δὲ καὶ βασιλεῖς, κἂν μοι- χοὺς, κἂν ἀνδροφόνους ἀφῶσι, τῆς μὲν κολάσεως τῆς παρούσης ἀπαλλάττουσι, τὴν δὲ ἁμαρτίαν αὐτῶν οὐκ ἐκκαθαίρουσι· κἂν εἰς ἀρχὰς ἀγάγωσι τοὺς ἀφεθέν- τας, κἂν αὐτὴν περιβάλωσι τὴν ἁλουργίδα, κἂν τὸ διάδημα ἐπιθῶσιν, ἀλλὰ βασιλέας μὲν ἐποίησαν ἂν οὕτω, τῆς δὲ ἁμαρτίας οὐκ ἂν ἠλευθέρωσαν· Θεὸς γὰρ μόνος τοῦτο ποιεῖ. Ὃ δὴ καὶ ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐργάζεται· αὐτῆς γὰρ ἅπτεται τῆς ψυχῆς ἡ χάρις, κἀκεῖθεν πρόῤῥιζον ἀνασπᾷ τὴν ἁμαρτίαν. ∆ιὰ δὴ τοῦτο τοῦ μὲν ὑπὸ βασιλέως ἀφ- εθέντος ῥυπῶσαν τὴν ψυχὴν ἔστιν ἰδεῖν, τὴν δὲ τοῦ βαπτισθέντος οὐκέτι, ἀλλ' αὐτῶν τῶν ἡλιακῶν ἀκτί- νων καθαρωτέραν, καὶ οἵα ἐξ ἀρχῆς γεννηθεῖσα ἦν, μᾶλλον δὲ καὶ ἐκείνης ἀμείνω πολλῷ· Πνεύματος γὰρ ἀπολαύει τοῦ πανταχόθεν αὐτὴν πυροῦντος καὶ τὴν ἁγιωσύνην ἐπιτείνοντος. Καὶ ὥσπερ σίδηρον ἢ χρυσὸν ἀναχωνεύων, καθαρὸν καὶ καινὸν ἄνωθεν ποιεῖς· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ ἐν χωνευτηρίῳ τῷ βαπτίσματι ἀναχωνεῦον αὐτὴν, καὶ δαπανῶν τὰ