1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

268

ἁμαρτήματα, χρυσίου παντὸς καθαροῦ καθαρώτερον ἀποστίλβειν παρασκευάζει. Καὶ τὴν τῶν σωμάτων δὲ ἀνάστασιν ἀξιόπιστον κἀντεῦθέν σοι πάλιν δείκνυσιν οὖσαν. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία τὸν θάνατον εἰσήγαγε, τῆς ῥίζης ξηρανθείσης, οὐδὲν δεῖ λοιπὸν ἀμφιβάλλειν ὑπὲρ τῆς τοῦ καρποῦ ἀπ- ωλείας. ∆ιὰ τοῦτο πρότερον εἰπὼν ἁμαρτιῶν ἄφεσιν, τότε ὁμολογεῖς καὶ νεκρῶν ἀνάστασιν, ἐντεῦθεν καὶ εἰς ἐκεῖνο χειραγωγούμενος. Εἶτα ἐπειδὴ οὐκ ἀρκεῖ τὸ ὄνομα τῆς ἀναστάσεως δεῖξαι τὸ πᾶν (πολλοὶ γὰρ ἀναστάντες πάλιν ἀπῆλθον, ὡς οἱ ἐν τῇ Παλαιᾷ, ὡς Λάζαρος, ὡς οἱ ἐν τῷ καιρῷ τοῦ σταυροῦ), κελεύει λέγειν, Καὶ εἰς ζωὴν αἰώνιον, ἵνα μηκέτι θάνατον ὑποπτεύσῃ τις μετὰ τὴν ἀνάστασιν ἐκείνην. Τούτων τοίνυν τῶν ῥημάτων ἀναμιμνήσκων ὁ Παῦλός φησι· Τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, φησὶ, σκηνὴ τὰ ῥήματα ταῦτα· εἰ μὴ ἔστιν ἀνάστασις, πῶς αὐτοὺς πείθομεν πιστεύειν, ἅπερ οὐ διδόαμεν; ὥσπερ ἂν εἴ τις κελεύων γραμματεῖον ἐκθέσθαι ὅτι τὸ καὶ τὸ ἔλαβε, μηκέτι δῴη τὰ ἐγγραφέντα, εἶτα μετὰ τὴν ὑπογρα- φὴν ἀπαιτοίη τὰ ἐγγεγραμμένα. Τί γὰρ ποιήσει λοιπὸν ὁ ὑπογράψας, ὑπεύθυνον μὲν ἑαυτὸν ποιήσας, οὐ λαβὼν δὲ ἅπερ ὡμολόγησεν εἰληφέναι; Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει περὶ τῶν βαπτιζομένων. Τί ποιή- σουσιν οἱ βαπτιζόμενοι, φησὶν, ὑπογράψαντες μὲν ἀνάστασιν σωμάτων νεκρῶν, οὐ λαμβάνοντες δὲ, ἀλλ' ἀπατώμενοι; τί δὲ ὅλως καὶ τῆς ὁμολογίας ταύ- της ἔδει, εἰ τὸ ἔργον μὴ εἵπετο; Τί καὶ ἡμεῖς κινδυ- νεύομεν πᾶσαν ὥραν; Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πάλιν πόθεν ἐπιχειρεῖ κατασκευάσαι τὸ δόγμα, ἀπὸ τῆς οἰκείας ψήφου, μᾶλλον δὲ οὐ τῆς αὐτοῦ μόνον, ἀλλὰ καὶ τῆς τῶν λοιπῶν ἀποστόλων. Οὐ μικρὸν δὲ καὶ τοῦτο τὸ τοὺς διδασκάλους εἰσάγειν σφόδρα πεπληροφορημένους, καὶ τοῦτο δεικνύντας οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πρα- γμάτων. ∆ιὰ δὴ τοῦτο οὐ λέγει ἁπλῶς, ὅτι Καὶ ἡμεῖς 61.350 πεπείσμεθα· οὐδὲ γὰρ ἤρκει τοῦτο πεῖσαι μόνον· ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν παρέχεται· ὡς ἂν εἰ ἔλεγε, Ῥήμασι ταῦτα ὁμολογεῖν οὐδὲν ἴσως ὑμῖν δοκεῖ θαυμαστὸν εἶναι· εἰ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ὑμῖν παράσχοιμεν φωνὴν, τί πρὸς τοῦτο ἔχοιτε ἀντειπεῖν; Ἀκούσατε τοίνυν, πῶς καὶ διὰ τῶν κινδύνων ταῦτα καθ' ἑκάστην ὁμολογοῦμεν τὴν ἡμέραν. Καὶ οὐκ εἶπεν, Ἐγὼ, ἀλλ', Ἡμεῖς, πα- ραλαμβάνων πάντας ὁμοῦ τοὺς ἀποστόλους, καὶ ταύτῃ μετριάζων τε καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον. Τί γὰρ ἂν ἔχοιτε εἰπεῖν; ὅτι ἀπατῶμεν ὑμᾶς ταῦτα κηρύττοντες, καὶ κενοδοξίας ἕνεκεν δογματίζομεν; Ἀλλ' οὐκ ἐῶσι ταῦτα ψηφίζεσθαι οἱ κίνδυνοι· τίς γὰρ ἂν ἕλοιτο κινδυνεύειν διηνεκῶς εἰκῆ καὶ μάτην; ∆ιὸ καὶ ἔλεγε· Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Εἰ γὰρ καὶ ἕλοιτό τις διὰ κενοδοξίαν, ἅπαξ καὶ δεύτερον τοῦτο αἱρήσεται, οὐχὶ πάντα τὸν βίον, καθάπερ ἡμεῖς· ἡμεῖς γὰρ τὴν ζωὴν ἅπασαν εἰς τοῦτο κατεστησάμεθα. Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καύχησιν ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέ- γων. Ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας, ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, Οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ ταῦτα πάσχειν ὑπὲρ ὑμῶν. ∆ιπλῆ δὲ ἐναβρύνεσθαί φησι, καὶ τῷ δι' αὐτοὺς κινδυνεύειν, καὶ τῷ ὁρᾷν αὐτοὺς ἐπιδιδόντας. Εἶτα τὸ αὐτῷ σύνηθες ποιῶν, ἐπειδὴ μεγάλα ἐφθέγξατο, ἀμφότερα ἀνατίθησι τῷ Χριστῷ. Πῶς δὲ ἀποθνήσκει καθ' ἑκάστην ἡμέραν; Τῇ προθυμίᾳ καὶ τῷ παρεσκευάσθαι πρὸς τοῦτο. Καὶ τίνος ἕνεκεν ταῦτα λέγει; Πάλιν τὸν περὶ τῆς ἀναστάσεως καὶ διὰ τούτων κατασκευάζων λόγον. Τίς γὰρ ἂν ἕλοιτο, φησὶ, τοσούτους ὑπομένειν θανάτους, ἀναστά- σεως οὐκ οὔσης οὐδὲ ζωῆς μετὰ ταῦτα; Εἰ γὰρ οἱ πιστεύοντες τῇ ἀναστάσει, μόλις ἂν ὑπὲρ αὐτῆς κιν- δυνεύσαιεν, εἰ μὴ σφόδρα εἶεν γενναῖοι· πολλῷ μᾶλ- λον ὁ μὴ πιστεύων, φησὶν, οὐκ ἂν ἕλοιτο τοσούτους ὑπομένειν θανάτους, καὶ οὕτω χαλεπούς. Καὶ γὰρ κατὰ μικρὸν ὅρα πόσην ποιεῖται τὴν αὔξησιν. Εἶπεν, ὅτι Κινδυνεύομεν, προσέθηκεν, ὅτι Πᾶσαν ὥραν, εἶτα, ὅτι Καθ'