269
ἡμέραν, εἶτα, ὅτι οὐ, Κινδυνεύω, μόνον, φησὶν, ἀλλὰ καὶ, Ἀποθνήσκω. ∆είκνυσι δὴ λοιπὸν καὶ ποταποὺς θανάτους, οὕτω λέγων· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; γʹ. Τί ἐστιν, Εἰ κατὰ ἄνθρωπον; Ὅσον τὸ εἰς ἀνθρώπους ἧκον, ἐθηριομάχησα. Τί γὰρ, εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; Ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνᾷν, ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν. Εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέ- κλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν. Ὑμεῖς μὲν γὰρ ἀκινδύνως ἐπιστεύσατε, ἡμεῖς δὲ καθ' ἑκάστην σφαττόμεθα τὴν ἡμέραν. Ταῦτα δὲ ἅπαντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον· οὐκ ἐπειδὴ αὐτὸς ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ ἦν 61.351 αὐτῷ ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν· κἀκεῖ πάλιν δι' ἐκείνους, ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης κατασεῖσαι αὐτῶν τὴν ἀπιστίαν τὴν περὶ τῆς ἀναστάσεως, καὶ πρὸς τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνων, οὕτω φησί. Καὶ γὰρ ὁ μέγας μισθὸς, τὸ ἀρέσκειν διαπαντὸς τῷ Χρι- στῷ· καὶ χωρὶς τῆς ἀντιδόσεως, μεγίστη ἀμοιβὴ τὸ δι' αὐτὸν κινδυνεύειν. Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦτο λοιπὸν τὸ ῥῆμα καὶ κωμῳδοῦντός ἐστι. ∆ιὸ οὐδὲ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησε τὸν μεγαλοφωνότατον Ἡσαΐαν, ὃς περί τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμέ- νων, ἔλεγε ταυτὶ τὰ ῥήματα· Οἱ σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον· οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἀνακεκαλυμμένα ταῦτά ἐστιν εἰς τὰ ὦτα Κυρίου Σαβαώθ· καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε. Εἰ δὲ τότε συγγνώμης ἦσαν ἀπεστερη- μένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ τῆς χάρι- τος. Εἶτα ἵνα μὴ τραχύτερον ποιήσῃ τὸν λόγον, οὐκ ἐπὶ πολὺ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπιμένει, ἀλλὰ πά- λιν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον, λέγων· Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν αὐτῶν καθαπτόμενος ὡς ἀνοήτων· χρηστὰ γὰρ ἐνταῦθα εὐφήμως τὰ εὐεξαπά- τητα ἐκάλεσεν· ὁμοῦ δὲ ὡς οἷόν τέ ἐστι καὶ συγγνώ- μης ὑπὲρ τῶν ἔμπροσθεν αὐτοῖς μεταδιδοὺς, καὶ τὸ πλέον τῶν ἐγκλημάτων ἀποσκευαζόμενος ἀπ' ἐκεί- νων καὶ εἰς ἑτέρους μετατιθεὶς, ὥστε καὶ ταύτῃ εἰς μετάνοιαν αὐτοὺς ἐφελκύσασθαι. Ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ ποιεῖ λέγων· Ὁ δὲ ταράσσωνὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. Τὸ γὰρ ἀθρόον πάντα ἀπὸ τῶν χειρῶν ῥῖψαι, μεθυόντων καὶ μαινομένων ἦν, τῷ μηκέτι ὁρᾷν ἃ ἑώρων, μηδὲ πιστεύειν οἷς ἔμπροσθεν ὡμολόγησαν. Τί δέ ἐστι, ∆ικαίως; Ἐπὶ συμφέροντι καὶ χρησίμῳ. Ἔστι γὰρ ἀδίκως νήφειν, ὅταν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος τις ᾖ. Καλῶς δὲ καὶ τὸ, Μὴ ἁμαρτάνετε, προσέθηκε, δεικνὺς ὅτι ἐντεῦθεν αὐτοῖς τὰ σπέρματα τῆς ἀπιστίας. Καὶ πολλαχοῦ τοῦτο αἰνίττεται, ὅτι βίος διεφθαρμένος πονηρὰ τίκτει δόγματα· ὡς ὅταν λέγῃ, Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν τῆς πίστεως. Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, ἀπὸ τοῦ φόβου τούτου καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες καὶ καθ' ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. Ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ὅρα πῶς πάλιν μετατίθησι τὰ ἐγκλήματα εἰς ἑτέρους. Οὐ γὰρ εἶπεν, ὅτι Ἀγνωσίαν ἔχετε, ἀλλ', Ἀγνωσίαν τινὲς ἔχουσι. Τὸ γὰρ τῇ ἀναστάσει 61.352 διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύ- ναμιν τὴν ἄμαχον καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ