1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

272

καταστήσεις τιμῇ, οὐδὲν τοῦ παιδὸς εἰς τοῦτο δεόμενος. Ὅταν γὰρ μέτριος γενόμενος χα- μαὶ βαδίζῃς, ἐπὶ τοῦ ὀχήματος καθεδῇ τῆς ταπεινο- φροσύνης τοῦ μέχρι τῶν οὐρανῶν σε ἀνάγοντος, τοῦ πτηνοὺς ἔχοντος ἵππους· ἂν δὲ ἀποπεσὼν ἐκείνου, εἰς τὸ τῆς ἀλαζονείας μεταβῇς, τῶν χαμαὶ συ- ρομένων ἑρπετῶν οὐδὲν ἄμεινον διάκεισαι, ἀλλὰ καὶ ἀθλιώτερον πολλῷ καὶ ἐλεεινότερον. Τοὺς μὲν γὰρ ἡ τοῦ σώματος πήρωσις οὕτω καταναγκάζει σύρεσθαι, σὲ δὲ ἡ τῆς ἀλαζονείας νόσος. Καὶ γὰρ Πᾶς ὁ ὑψῶν ἑαυτὸν, φησὶ, ταπεινωθήσεται. Ἵν' οὖν μὴ ταπει- νωθῶμεν, ἀλλὰ ὑψωθῶμεν, ἐπὶ τὸ ὕψος ἔλθωμεν ἐκεῖ- νο. Οὕτω γὰρ καὶ ἀνάπαυσιν εὑρήσομεν ταῖς ψυχαῖς ἡμῶν κατὰ τὸν θεῖον χρησμὸν, καὶ τῆς ἀληθοῦς καὶ ὑψηλοτάτης ἐπιτευξόμεθα τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΜΑʹ 1 Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον,

σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. αʹ. Ἥμερος ὢν σφόδρα καὶ ταπεινὸς ὁ Ἀπόστολος πανταχοῦ, ἐνταῦθα καὶ πληκτικώτερον τῷ λόγῳ κέχρη- ται διὰ τὴν ἀτοπίαν τῶν ἀντιλεγόντων. Οὐ μὴν ἀρ- κεῖται τούτῳ, ἀλλὰ καὶ λογισμοὺς καὶ παραδείγματα τίθησι, καὶ τὸν σφόδρα φιλόνεικον ταύτῃ χειρούμε- νος. Καὶ ἀνωτέρω μέν φησιν· Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις· ἐνταῦθα δὲ ἀντίθεσιν λύει παρ' Ἑλλήνων εἰσαγομένην. Καὶ ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ σφοδρὸν τῆς διαβολῆς. Οὐ γὰρ εἶπεν, Ἀλλ' ἴσως ἐρεῖτε, ἀλλ' ἀδιόριστον τέθεικε τὸν ἀντιλέγοντα, ἵνα μετὰ ἀδείας καταφο- ρικῷ χρώμενος τῷ λόγῳ, μὴ σφόδρα πλήξῃ τοὺς ἀκούοντας· καὶ τίθησι δύο τὰς ἐπαπορήσεις, τοῦ τρό- που τῆς ἀναστάσεως, καὶ τῆς ποιότητος τῶν σωμά- των. Καὶ γὰρ περὶ ἀμφοτέρων ἠπόρουν λέγοντες· Πῶς ἐγείρεται τὸ διαλυθέν; καὶ, Ποίῳ σώματι ἔρ- χονται; Τί δέ ἐστι, Ποίῳ σώματι; Οἷον τούτῳ τῷ φθαρέντι, τῷ ἀπολωλότι, ἢ ἑτέρῳ τινί; Εἶτα δεικνὺς ὅτι οὐ τὰ ἀμφιβαλλόμενα ζητοῦσιν, ἀλλὰ τὰ ὡμολο- γημένα, εὐθέως πληκτικώτερον ἀπαντᾷ λέγων· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Ὅπερ καὶ ἡμεῖς εἰώθαμεν ποιεῖν ἐπὶ τῶν τοῖς ὡμολογημένοις ἀντιλεγόντων. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἐπὶ τὴν δύναμιν τοῦ Θεοῦ κατέφυγεν; Ὅτι ἀπίστοις διαλέγεται. Ὅταν μὲν γὰρ πρὸς πι-στοὺς αὐτῷ ὁ λόγος ᾖ, οὐ σφόδρα δεῖται λογισμῶν. ∆ιόπερ εἰπὼν ἀλλαχοῦ, ὅτι Μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ὑμῶν εἰς τὸ γενέσθαι σύμ- μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, καὶ πλέον τι τῆς ἀναστάσεως ἐνδειξάμενος, οὐ τέθεικε παραδεί- γματα, ἀλλ' ἀντὶ πάσης ἀποδείξεως τοῦ Θεοῦ τὴν δύναμιν εἰς μέσον ἤγαγε προσθεὶς καὶ εἰπὼν, Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. Ἐνταῦθα δὲ καὶ λογισμοὺς κινεῖ. Ἐπειδὴ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὸ κατεσκεύασε, καὶ ταῦτα προστίθησιν ἐκ περιουσίας λοιπὸν πρὸς τοὺς οὐ πειθομένους ταῖς Γραφαῖς, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις. Τουτέστι, Παρὰ σαυτοῦ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι' ὧν πράττεις καθ' ἑκάστην ἡμέραν, καὶ ἀμφιβάλλεις ἔτι; ∆ιὰ ταῦτά σε ἄφρονα καλῶ, ὅτι τὰ καθ' ἡμέραν ὑπὸ σοῦ γινό- μενα ἀγνοεῖς, καὶ αὐτὸς δημιουργὸς ἀναστάσεως ὢν περὶ Θεοῦ ἀμφιβάλλεις. ∆ιὸ σφόδρα ἐμφαντικῶς εἶπε, Σὺ ὃ σπείρεις, σὺ ὁ θνητὸς καὶ ἀπολλύμενος. Καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ ὑποκειμένῃ κέχρη- ται ὑποθέσει. Οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ. Τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει, καὶ φύεται, καὶ σήπεται, καὶ διαλύεται, τὰς καταλλήλους ἥρμοσε τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τὸ Ζωοποιεῖται καὶ Ἀποθάνῃ, ὅπερ οὐ σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων. Καὶ οὐκ εἶπεν, ὅτι Μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ', ὃ μεῖζόν ἐστιν, ὅτι ∆ιὰ τοῦτο ζῇ, ἐπειδὴ ἀποθνήσκει. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸν 61.356