1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

274

λάμην ἔχοντα καὶ ἀνθέρικας, Ἀλλὰ γυμνὸν κόκ- κον, εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων. Καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖ τῆς φύσεως τὸ ἔργον ἐστί. Ποίας φύσεως, εἰπέ μοι; καὶ γὰρ καὶ ἐκεῖ τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, οὐχ ἡ φύσις οὐδὲ ἡ γῆ οὐδὲ ὁ ὑετός. ∆ιό- περ καὶ αὐτὸς ταῦτα δηλῶν, καὶ γῆν καὶ ὑετὸν καὶ ἀέρα καὶ ἥλιον καὶ χεῖρας γεωργικὰς ἀφεὶς, ἐπήγα- γεν, ὅτι Ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Μὴ τοίνυν περιεργάζου μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκού- σῃς. Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. Ὥστε ὅταν λέγῃ, Οὐ τὸ γενησόμενον σπείρεις, οὐ τοῦτο λέγει, ὅτι ἄλλη ἀντὶ ἄλλης οὐσίας ἀνίσταται, ἀλλ' ὅτι βελτίων, ὅτι λαμπροτέρα. Ἑκάστῳ γὰρ, φησὶ, τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ἐντεῦθεν λοιπὸν καὶ τὴν διαφορὰν εἰσάγει τῆς τότε ἐσομένης ἀναστάσεως. Μὴ γὰρ, ἐπειδὴ σῖτος σπείρεται καὶ πάντες στάχυες ἀνέρχονται, διὰ τοῦτο νομίσῃς καὶ ἐν τῇ ἀναστάσει ἰσοτιμίαν εἶναι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐν τοῖς σπέρ- μασι μία τάξις, ἀλλὰ τὰ μὲν τιμιώτερα, τὰ δὲ κατα- δεέστερα. ∆ιὸ καὶ ἐπήγαγεν, Ἑκάστῳ τὸ ἴδιον σῶ- μα. Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτῳ, ἀλλ' ἑτέραν ζη- τεῖ διαφορὰν μείζονα καὶ σαφεστέραν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅπερ ἔφην, ὅτι πάντες ἀνίστανται, πάντας τῶν αὐτῶν ἀπολαύειν νομίσῃς, προκατεβάλετο μὲν καὶ ἐν τοῖς ἔμπροσθεν τῆς ἐννοίας ταύτης τὰ σπέρ- ματα, εἰπών· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἐρ-γάζεται δὲ αὐτὸ σαφέστερον καὶ ἐνταῦθα πάλιν λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Τί λέγω γὰρ, φησὶν, ἐπὶ τῶν σπερμάτων; ἐπὶ τῶν σωμάτων γυμνάσωμεν αὐτὸ τοῦτο, περὶ ὧν ὁ λόγος ἡμῖν νῦν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ κτη- νῶν, καὶ ἄλλη πτηνῶν, καὶ ἄλλη ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή- 61.358 νης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέ- ρος διαφέρει ἐν δόξῃ. γʹ. Καὶ τί βούλεται αὐτῷ ταυτὶ τὰ ῥήματα; τίνος ἕνε- κεν ἐκ τῆς ἀναστάσεως τῆς τῶν σωμάτων εἰς τὸν περὶ ἀστέρων καὶ ἡλίου λόγον ἐξέπεσεν; Οὐκ ἐξέπεσεν, οὐδὲ ἀπεῤῥάγη τῆς ὑποθέσεως, ἄπαγε, ἀλλ' ἔτι αὐτῆς ἔχεται. Ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κατ- εσκεύασε λόγον, δείκνυσι λοιπὸν ὅτι πολλὴ τῆς δόξης τότε ἡ διαφορὰ, εἰ καὶ ἡ ἀνάστασις μία· καὶ διαιρεῖ εἰς δύο τὸ πᾶν τέως, εἰς τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξε διὰ τοῦ σίτου· ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Ὥσπερ γὰρ τὸ ἀπιστεῖν τῇ ἀναστάσει ὑπτίους ποιεῖ, οὕτω πάλιν ῥᾳθύμους τὸ νομίζειν πάν- τας τῶν αὐτῶν ἀξιοῦσθαι. ∆ιόπερ ἀμφότερα διορθοῦ- ται· καὶ τὰ μὲν ἐν τοῖς ἔμπροσθεν ἀπήρτισε, τούτου δὲ ἄρχεται νῦν· καὶ ποιήσας δύο τάγματα δικαίων τε καὶ ἁμαρτωλῶν, αὐτὰ τὰ δύο ταῦτα εἰς πολλὰ πάλιν κατατέμνει μέρη, δεικνὺς ὅτι οὔτε δίκαιοι καὶ ἁμαρ- τωλοὶ τῶν αὐτῶν τεύξονται, οὔτε δίκαιοι πάντες δι- καίοις ὁμοίως, οὔτε ἁμαρτωλοὶ ἁμαρτωλοῖς. Ποιεῖ τοίνυν πρώτην μίαν τομὴν δικαίων καὶ ἁμαρτωλῶν λέγων· Σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· διὰ μὲν τῶν ἐπιγείων τούτους αἰνιττόμενος, διὰ δὲ τῶν ἐπουρανίων ἐκείνους. Εἶτα λοιπὸν τῶν ἁμαρτωλῶν διαφορὰν πρὸς ἁμαρτωλοὺς εἰσάγει, λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἰχθύων, ἄλλη δὲ πτηνῶν καὶ κτηνῶν. Καίτοι πάντα σώματα, ἀλλὰ τὰ μὲν ἐν πλείονι, τὰ δὲ ἐν ἐλάττονι εὐτελείᾳ. Καὶ ἐν ζωῇ δὲ ὁμοίως, καὶ ἐν αὐτῇ τῇ κατασκευῇ. Καὶ εἰπὼν τοῦτο, ἀναβαίνει πάλιν εἰς τὸν οὐρανὸν λέγων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Ὥσπερ γὰρ ἐν τοῖς ἐπιγείοις σώμασι δια- φορὰ, οὕτω καὶ ἐν τοῖς ἐπουρανίοις, καὶ διαφορὰ, οὐχ ἡ τυχοῦσα, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων. Οὐ γὰρ ἡλίῳ πρὸς σελήνην, οὐδὲ σελήνῃ πρὸς ἀστέρας δια- φορὰ μόνον, ἀλλὰ καὶ ἄστρασι πρὸς ἀστέρας. Εἰ γὰρ καὶ πάντα ἐν οὐρανῷ, ἀλλὰ τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος μετέχει δόξης. Τί τοίνυν ἐντεῦθεν καταμαν- θάνομεν; Ὅτι εἰ καὶ ἐν βασιλείᾳ πάντες, οὐ πάντες τῶν αὐτῶν ἀπολαύσονται· καὶ εἰ πάντες ἐν