1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

275

γεέννῃ οἱ ἁμαρτωλοὶ, οὐ πάντες τὰ αὐτὰ ὑπομενοῦσι. ∆ιὸ καὶ ἐπήγαγεν· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Οὕτω, πῶς; Ἐν διαφορᾷ πολλῇ. Εἶτα ἀφεὶς τοῦτον τὸν λόγον ὡς ἀρκούντως ἀποδειχθέντα, πάλιν ἐπ' αὐ- τὴν τῆς ἀναστάσεως τὴν ἀπόδειξιν καὶ τὸν τρόπον ἔρχεται, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ θέα σύνεσιν· Ἐπὶ μὲν τῶν σπερμάτων τῷ τῶν σωμάτων ἐχρήσατο ὀνόματι λέγων· Οὐ ζωο- ποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· ἐπὶ δὲ τῶν σωμάτων τῇ τῶν σπερμάτων προσηγορίᾳ, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Οὐκ εἶπε, Φύεται, ἵνα μὴ τῆς γῆς ἔργον νομίσῃς, ἀλλ', Ἐγείρεται. Σπορὰν δὲ ἐνταῦθα, οὐ τὴν γένεσιν ἡμῶν λέγει τὴν ἐν μήτρᾳ, ἀλλὰ τὴν ταφὴν τὴν ἐν τῇ γῇ τῶν τετελευ- τηκότων σωμάτων, τὴν διάλυσιν, τὴν τέφραν. ∆ιὸ εἰπὼν, Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ- σίᾳ, ἐπήγαγε· Σπείρεται ἐν ἀτιμίᾳ. Τί γὰρ εἰδεχθέ- στερον νεκροῦ διαῤῥυέντος; Ἐγείρεται ἐν δόξῃ. 61.359 Σπείρεται ἐν ἀσθενείᾳ. Οὔπω γὰρ ἡμέραι τριάκον- τα, καὶ τὸ πᾶν ἀπώλετο· καὶ κατασχεῖν ἑαυτὴν ἡ σὰρξ οὐ δύναται, οὐδὲ πρὸς μίαν ἀρκέσαι ἡμέραν. Ἐγείρεται ἐν δυνάμει. Τότε γὰρ αὐτοῦ οὐδὲν περι- έσται λοιπόν. ∆ιὰ δὴ τοῦτο καὶ ἐκείνων ἐδεήθη τῶν ὑπο- δειγμάτων, ἵνα μὴ ταῦτα ἀκούοντες πολλοὶ, ὅτι ἐν ἀφθαρσίᾳ καὶ δόξῃ καὶ δυνάμει ἐγείρονται, νομίσωσι μηδεμίαν εἶναι διαφορὰν τῶν ἀνισταμένων. Πάντες μὲν γὰρ ἀνίστανται, καὶ ἐν δυνάμει καὶ ἐν ἀφθαρσίᾳ καὶ ἐν δόξῃ ταύτῃ τῇ τῆς ἀφθαρσίας, οὐ μέντοι τῆς τιμῆς τῆς αὐτῆς οὐδὲ τῆς ἀσφαλείας πάντες. Σπεί- ρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν. Τί λέγεις; τοῦτο δὲ οὐ πνευματικόν; Πνευματικὸν μὲν, ἀλλ' ἐκεῖνο πολλῷ πλέον. Νῦν μὲν γὰρ καὶ ἀφ- ίπταται τοῦ Πνεύματος τοῦ ἁγίου πολλάκις ἡ πολλὴ χάρις, ἁμαρτανόντων μεγάλα τινῶν, καὶ τοῦ πνεύμα- τος δὲ παρόντος τῆς ψυχῆς ἡ ζωὴ τῆς σαρκός· καὶ τὸ τοιοῦτο κενόν ἐστι τούτου χωρίς· τότε δὲ οὐχ οὕτως, ἀλλὰ διηνεκῶς παραμένει τῇ σαρκὶ τῶν δικαίων, καὶ αὐτοῦ ἔσται τὸ κράτος παρούσης καὶ τῆς ψυχῆς. Ἢ γάρ τι τοιοῦτον ᾐνίξατο, εἰπὼν, Πνευματικὸν, ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ' ἀέρος ὀχεῖσθαι, μᾶλλον δὲ ἀμφότερα. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, ὅρα τὰ ἐπουράνια σώματα τὰ οὕτω λαμπρὰ καὶ διαρκῆ τέως καὶ ἐν ἀγηράτῳ λήξει διαμένοντα, καὶ πίστευσον ἐντεῦθεν, ὅτι δύναται ὁ Θεὸς ποιῆσαι καὶ ταῦτα τὰ φθαρτὰ ἄφθαρτα καὶ πολλῷ βελτίω τῶν ὁρωμένων. Οὕτω καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καίτοι τὸ μὲν γέγραπται, τὸ δὲ οὐ γέγραπται· πῶς οὖν εἶπεν, ὅτι Γέγραπται; Ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ μετέφρασεν· ὅπερ ἔθος αὐτῷ συνεχῶς ποιεῖν. Καὶ γὰρ ἔθος τοῦτο προφήτου. Καὶ γὰρ τὴν Ἱερουσα-λὴμ πόλιν δικαιοσύνης ἔφησεν ὁ προφήτης κληθήσε- σθαι, καὶ οὐκ ἐκλήθη. Τί οὖν; ἐψεύσατο ὁ προφήτης; Οὐδαμῶς· τὴν γὰρ διὰ τῶν πραγμάτων ἔκβασιν λέγει. Καὶ τὸν Χριστὸν δὲ Ἐμμανουήλ· καὶ οὐδὲ αὐτὸς οὕτω κέκληται, ἀλλὰ τὰ πράγματα ταύτην ἀφίησι τὴν φωνήν. Οὕτω καὶ ἐνταῦθα, Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. δʹ. Ταῦτα δὲ εἶπεν, ἵνα μάθῃς ὅτι καὶ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης τὰ σύμβολα ἤδη καὶ τὰ ἐνέχυρα ἔφθασε, τῆς μὲν παρούσης ὁ Ἀδὰμ, τῆς δὲ μελλούσης ὁ Χριστός. Ἐπειδὴ γὰρ τὰ χρηστότερα ἐν ἐλπίσι τίθησι, δείκνυσι τὴν ἀρχὴν ἤδη ἐκβεβηκυῖαν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν φανεῖσαν. Εἰ δὲ ἡ ῥίζα καὶ ἡ πηγὴ πᾶσι κατάδηλος, οὐδὲν δεῖ περὶ τῶν καρ- πῶν ἀμφιβάλλειν. ∆ιὸ λέγει· Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ δὲ, Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἄρα τοῦ Πνεύματος τὸ ζωο-ποιεῖν. Εἶτα ἵνα μή τις εἴπῃ, ∆ιὰ τί πρεσβύτερα τὰ χείρονα, καὶ τὰ μὲν ὅλα ἐξέβη τὰ ψυχικὰ, οὐ μέχρι τῆς ἀπαρχῆς, τὰ δὲ ἕως τῆς ἀπαρχῆς μόνον; δεί- 61.360 κνυσιν ὅτι καὶ αἱ ἀρχαὶ ἑκατέρων οὕτω διετάγησαν. Οὐ γὰρ πρῶτον, φησὶ, τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν. Καὶ οὐ λέγει, διὰ τί, ἀλλ' ἀρκεῖται τῇ τοῦ Θεοῦ διατάξει, τὴν ἀπὸ τῶν πραγμάτων ψῆφον