1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

278

ΟΜΙΛΙΑ ΜΒʹ.

Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ

οὐρανοῦ. αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄλλην τίθησι διαφορὰν, χοϊκὸν λέγων καὶ ἐπουράνιον. Ἡ μὲν γὰρ πρώτη τοῦ παρόντος ἦν βίου καὶ τοῦ μέλλοντος· αὕτη δὲ τοῦ πρὸ τῆς χάριτος καὶ τοῦ μετὰ τὴν χάριν. Τέθεικε δὲ αὐτὴν εἰς πολι- τείαν ἀρίστην λέγων. Ἵνα γὰρ, ὅπερ ἔφην, μὴ τῇ 61.362 ἀναστάσει θαῤῥοῦντες ἀμελῶσι βίου καὶ ἀκριβείας, πάλιν καὶ ἐντεῦθεν αὐτοὺς ἐναγωνίους ποιεῖ, καὶ πα- ρακαλεῖ εἰς ἀρετὴν, λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· τὸ πᾶν ἄνθρωπον καλῶν, καὶ τὸν μὲν ἀπὸ τοῦ κρείττονος, τὸν δὲ ἀπὸ τοῦ χείρονος ὀνο- μάζων. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί. Οὕ- 61.363 τως ἀπολοῦνται καὶ τελευτήσουσιν. Οἷος ὁ ἐπου- ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Οὕτω μενοῦ- σιν ἀθάνατοι καὶ λάμποντες. Τί οὖν; οὐχὶ καὶ οὗτος ἀπέθανεν; Ἀπέθανε μὲν, ἀλλ' οὐδὲν ἐντεῦθεν παρ- εβλάβη, ἀλλὰ καὶ ταύτῃ τὸν θάνατον κατέλυσεν. Εἶδες πῶς κἀντεῦθεν τῷ θανάτῳ τὸ περὶ τῆς ἀναστάσεως συνέστησε δόγμα; Ἔχων γὰρ, ὅπερ ἔφθην εἰ- πὼν, τὴν ἀρχὴν καὶ τὴν κεφαλὴν, φησὶ, μὴ ἀμφί- βαλλε περὶ τοῦ σώματος παντός. Πλὴν καὶ τὴν περὶ πολιτείας ἀρίστην ἐντεῦθεν γυμνάζει παραίνεσιν, ὑποδείγματα ὑψηλοῦ καὶ φιλοσόφου βίου, καὶ οὐ τοι- ούτου τιθεὶς, καὶ τούτων ἀμφοτέρων παράγων τὰς ἀρχὰς, τοῦ μὲν τὸν Χριστὸν, τοῦ δὲ τὸν Ἀδάμ. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ἐκ γῆς, ἀλλὰ, Χοϊκὸς, τουτ- έστι, παχὺς, τοῖς παροῦσι προσηλωμένος· καὶ πά- λιν ἐπὶ τοῦ Χριστοῦ τοὐναντίον, Ὁ Κύριος ἐξ οὐ- ρανοῦ. Εἰ δὲ λέγοιέν τινες διὰ τοῦτο μὴ ἔχειν τὸν Κύριον σῶμα, διὰ τὸ, Ἐξ οὐρανοῦ, εἰρῆσθαι, ἱκανὰ μὲν καὶ τὰ εἰρημένα πάλαι ἐμφράξαι αὐτῶν τὰ στό- ματα, οὐδὲν δὲ κωλύει καὶ ἐντεῦθεν αὐτοὺς ἐπιστο- μίσαι. Τί γάρ ἐστιν, Ὁ Κύριος ἐξ οὐρανοῦ; τὴν φύσιν λέγει, ἢ τὴν ἀρίστην πολιτείαν; Παντί που δῆλον, ὅτι τὴν πολιτείαν· διὸ καὶ ἐπάγει· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ (τουτέστι, Καθὼς φαῦλα ἐπράξαμεν), φορέσωμεν καὶ τὴν εἰ- κόνα τοῦ ἐπουρανίου· τουτέστιν, Ἄριστα πράξωμεν. Χωρὶς δὲ τούτων, κἀκεῖνό σε ἡδέως ἂν ἐροίμην· Περὶ φύσεως εἴρηται· Ὁ ἐκ γῆς χοϊκὸς, καὶ, Ὁ Κύριος ἐξ οὐρανοῦ; Ναὶ, φησί. Τί οὖν; χοϊκὸς μό- νον ἦν ὁ Ἀδὰμ, ἢ καὶ ἄλλην τινὰ εἶχεν οὐσίαν συγ- γενῆ τοῖς ἄνω καὶ ἀσωμάτοις, ἣν ψυχὴν καλεῖ ἡ Γραφὴ καὶ πνεῦμα; Παντί που δῆλον, ὅτι καὶ ταύτην. Οὐκ- οῦν οὐδὲ ὁ Κύριος ἦν ἄνωθεν μόνον, εἰ καὶ ἐξ οὐ- ρανοῦ λέγοιτο, ἀλλὰ καὶ σάρκα ἀνειλήφει. Ὃ δὲ λέ- γει, τοιοῦτόν ἐστι· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τὰς πονηρὰς πράξεις, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τὴν πολιτείαν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ περὶ φύσεως ἦν ὁ λόγος, οὐ παρακλήσεως ἐδεῖτο τὸ πρᾶγμα οὐδὲ συμβουλῆς· ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ πολιτείας τὸ λεγόμε- νον. ∆ιὸ καὶ συμβουλευτικῶς εἰσάγει τὸν λόγον, καὶ εἰκόνα καλεῖ, καὶ ταύτῃ πάλιν δηλῶν ὅτι περὶ πρά- ξεως, οὐ περὶ φύσεως λέγει. Καὶ γὰρ διὰ τοῦτο ἐγενό- μεθα χοϊκοὶ, ἐπειδὴ πονηρὰ ἐπράξαμεν· οὐκ ἐπειδὴ ἐξ ἀρχῆς χοϊκοὶ διεπλάσθημεν, ἀλλ' ἐπειδὴ ἡμάρτομεν. Καὶ γὰρ ἡ ἁμαρτία πρῶτον, καὶ τότε ὁ θάνατος, καὶ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τότε καὶ ὁ τῶν παθῶν εἰσῆλθεν ἐσμός. Οὐδὲ γὰρ τὸ, ἐκ γῆς γεγε- νῆσθαι, ποιεῖ χοϊκὸν ἁπλῶς, ἐπεὶ καὶ ὁ Κύριος ἀπὸ τῆς μάζης καὶ τοῦ φυράματος τούτου ἦν, ἀλλὰ τὸ γήϊνα πράττειν· ὥσπερ οὖν καὶ ἐπουράνιον τὸ ἄξια τῶν οὐρανῶν ἐπιδείξασθαι. Ἀλλὰ γὰρ τί χρὴ περιττὰ πονεῖν τοῦτο κατασκευάζοντα; προϊὼν γὰρ ἡμῖν αὐ- τὸς ἐκκαλύπτει τὸ νόημα, οὕτω λέγων· Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἶδες πῶς ἑαυτὸν ἑρμηνεύει πάλιν, ἀπαλλάττων ἡμᾶς πραγμάτων; ὃ πολλαχοῦ ποιεῖ. Σάρκα γὰρ ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὃ καὶ ἀλλαχοῦ πεποίηκεν, οἷον ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ