1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

279

ἐστὲ ἐν σαρκί· καὶ πάλιν, Οἱ δὲ 61.364 ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὥστε ὅταν λέγῃ, Τοῦτο δέ φημι, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ∆ιὰ τοῦτο ταῦτα εἶπον, ἵνα μάθῃς ὅτι πονηραὶ πράξεις εἰς βασιλείαν οὐκ εἰσάγουσιν. Ἀπὸ γὰρ τῆς ἀναστάσεως εὐθέως καὶ τὸν τῆς βασιλείας εἰσήγαγε λόγον· διὸ καὶ ἐπήγαγεν· Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρ- σίαν κληρονομεῖ· τουτέστιν, ἡ κακία τὴν δόξαν ἐκείνην καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυ- σιν. Καὶ γὰρ πολλαχοῦ πάλιν τῇ προσηγορίᾳ ταύτῃ τὴν κακίαν ἐκάλεσεν εἰπών· Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Εἰ δὲ περὶ σώματος ἔλεγεν, ἀλλ' οὐ περὶ πονηρᾶς πράξεως, οὐκ ἂν εἶπε φθοράν· οὐδαμοῦ γὰρ τὸ σῶμα φθορὰν καλεῖ· οὐδὲ γάρ ἐστι φθορὰ, ἀλλὰ φθαρτόν. ∆ιὸ προϊὼν καὶ περὶ αὐτοῦ διαλεγόμενος, οὐκ εἶπεν αὐτὸ φθορὰν, ἀλλὰ φθαρτὸν, λέγων· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Εἶτα τὴν περὶ πολιτείας πληρώσας παραίνεσιν, ὅπερ ἀεὶ ποιεῖ, ὑπόθεσιν ὑποθέσει συνεχῶς ἀναμιγνὺς, εἰς τὸν περὶ ἀναστάσεως πάλιν τῶν σωμάτων ἐκβαίνει λόγον, οὕτω λέγων· Ἰδοὺ μυστήριον ὑμῖν λέγω. βʹ. Φρικτόν τι καὶ ἀπόῤῥητον, καὶ ὃ μὴ πάντες ἴσασι, μέλλει λέγειν· ὃ καὶ πολλὴν ἐνδείκνυται τὴν εἰς αὐτοὺς τιμὴν, τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς. Τί δὲ τοῦτό ἐστι; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ πάντες μὲν ἀποθανούμεθα, πάντες δὲ ἀλλαγησόμεθα, καὶ οἱ μὴ ἀποθνήσκοντες· θνητοὶ γὰρ κἀκεῖνοι. Μὴ τοίνυν, ἐπειδὴ ἀποθνήσκεις, διὰ τοῦτο δείσῃς, φησὶν, ὡς οὐκ ἀναστησόμενος· εἰσὶ γάρ τινες, εἰσὶν, οἳ καὶ τοῦτο διαφεύξονται· καὶ ὅμως οὐκ ἀρκεῖ τοῦτο αὐτοῖς εἰς τὴν ἀνάστασιν ἐκείνην, ἀλλὰ δεῖ καὶ ἐκεῖνα τὰ σώματα τὰ μὴ ἀποθνήσκοντα ἀλλαγῆναι, καὶ εἰς ἀφθαρσίαν μεταπεσεῖν. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλ- μοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Ὅτε πολλὰ περὶ ἀναστάσεως διελέχθη, τότε εὐκαίρως καὶ τὸ πολὺ παράδοξον αὐτῆς δείκνυσιν. Οὐ γὰρ τοῦτο θαυμαστὸν μόνον, ὅτι σήπεται πρῶτον τὰ σώματα, καὶ τότε ἀνίσταται, φησὶν, οὐδ' ὅτι βελτίονα τῶν νῦν τὰ ἐκ τῶν σηπομένων ἀνιστάμενα, οὐδ' ὅτι ἐπὶ πολλῷ μείζονα λῆξιν μεταβαίνει, οὐδ' ὅτι ἕκαστος τὸ ἴδιον ἀπολαμβάνει καὶ οὐδεὶς τὸ ἑτέρου, ἀλλ' ὅτι τὰ τοσ- αῦτα καὶ τηλικαῦτα καὶ πάντων λογισμὸν καὶ νοῦν ὑπερβαίνοντα ἐν ἀτόμῳ γίνεται, τουτέστιν, ἐν ἀκα- ριαίῳ χρόνῳ. Καὶ δηλῶν σαφέστερον τοῦτο, Ἐν ῥιπῇ ὀφθαλμοῦ, φησίν· ὅσον μύσαι βλέφαρον. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἐκστάσεως γέμον, εἰ τοσαῦτα καὶ τηλικαῦτα πράγματα οὕτω γίνηται ταχέως· ἐπάγει εἰς ἀπόδειξιν τὸ ἀξιόπιστον τοῦ ἐργαζομένου, λέγων· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Τὸ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ λέγει, ἀλλὰ περὶ τῶν ζώντων τῶν τότε εὑρισκομένων. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐν- δύσασθαι ἀφθαρσίαν. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσει, νομίσῃ τὰ σώματα μὴ ἀνίστασθαι, ἐπήγαγεν, ὅτι ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Φθαρτὸν δὲ τὸ σῶμα, καὶ θνητὸν τὸ σῶμα. Ὥστε τὸ σῶμα μένει· αὐτὸ γάρ ἐστι τὸ ἐνδυόμενον· ἡ δὲ θνη- 61.365 τότης καὶ ἡ φθορὰ ἀφανίζεται, ἀθανασίας καὶ ἀφθαρ- σίας ἐπιούσης αὐτῷ. Μὴ τοίνυν ἀμφίβαλλε λοιπὸν πῶς ἄπειρον ζήσεται ζωὴν, ὅταν ἀκούσῃς, ὅτι ἄφθαρ- τον γίνεται. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα- σίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ἐπειδὴ γὰρ μεγάλα καὶ ἀπόῤῥητα εἶπε, πάλιν ἀπὸ προφητείας πιστοῦται τὸν λόγον· Κατεπόθη ὁ θάνατος εἰς νῖκος, τουτ- έστιν, εἰς τέλος, οὐδὲ λείψανον αὐτοῦ μένει, οὐδὲ ὑποστροφῆς ἐλπὶς, τῆς ἀφθαρσίας τὴν φθορὰν ἀνα- λωσάσης. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἶδες ψυχὴν γενναίαν; Καὶ γὰρ ὡς νικητήρια θύων, καὶ ἔνθους γενόμενος, καὶ ὁρῶν ἤδη ὡς γεγενημένα τὰ μέλλοντα, ἐνάλλεται καὶ ἐπεμ- βαίνει τῷ θανάτῳ κειμένῳ, καὶ τὴν ἐπινίκιον ἀλαλάζει φωνὴν κατὰ τῆς τούτου κεφαλῆς κειμένης, μεγάλα βοῶν καὶ λέγων· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Οἴχεται καὶ