1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

281

μερίμναις; Ἡμεῖς δὲ καὶ τρυφῶμεν καὶ γαστριζόμεθα καὶ μεθύομεν, καὶ ὑπὲρ μὲν τῶν ἔξω κοπτόμεθα πραγμάτων, ἐν δὲ τοῖς τοῦ οὐρανοῦ μαλακιζόμεθα. Οὐκ ἴστε ὅτι ὑπὲρ ἄνθρωπον ἡ ἐπαγγελία; Οὐκ ἔστι χαμαὶ βαδίζοντα τῶν οὐρανίων ἁψίδων ἐπιβῆναι· ἡμεῖς δὲ οὐ κατὰ ἄνθρωπον σπουδάζομεν ζῇν, ἀλλὰ καὶ ἀλόγων ἐγενό- μεθα χείρους. Οὐκ ἴστε ποίῳ παραστησόμεθα βήμα- τι; οὐκ ἐννοεῖτε ὅτι καὶ ῥημάτων καὶ ἐνθυμη- μάτων ἀπαιτούμεθα δίκας, καὶ οὐδὲ πραγμάτων φροντίζομεν; Ὁ γὰρ ἐμβλέψας γυναικὶ, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτήν. Ἀλλ' ὅμως οἱ καὶ ὄψεως περιέργου λόγον ὑπέχοντες, οὐ παραιτοῦνται καὶ αὐτῇ ἐνσήπεσθαι τῇ ἁμαρτίᾳ. Ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, εἰς τὴν γέεν- ναν ἐμπεσεῖται· ἡμεῖς δὲ οὐδὲ τοῦ μυρίοις αὐτοὺς καταισχύνειν ὀνείδεσι καὶ ποικίλως ἐπιβουλεύειν ἀφ- ιστάμεθα. Ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔχει τοῦ ἐθνικοῦ πλέον· ἡμεῖς δὲ καὶ τούτοις βασκαίνομεν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν, ὑπερβῆναι τὰ 61.367 παλαιὰ κελευόμενοι σκάμματα, καὶ ἐλάττονα ἐκεί- νου τοῦ μέτρου τὴν ἑαυτῶν πολιτείαν ὑφαίνωμεν; τίς ἡμᾶς ἐξαιρήσεται λόγος; τίς παραστήσεται καὶ βοηθήσει κολαζομένοις; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ' ἀνάγ- κη πᾶσα οἰμώζοντας, ὀδυρομένους, βρύχοντας τοὺς ὀδόντας, στρεβλουμένους εἰς τὸ σκότος ἀπάγεσθαι τὸ ἀφεγγὲς ἐκεῖνο, εἰς τὰς ἀπαραιτήτους ὀδύνας, εἰς τὰς ἀνηκέστους τιμωρίας. ∆ιὸ δέομαι καὶ παρακαλῶ, καὶ αὐτῶν ἅπτομαι τῶν γονάτων, ἕως ἂν ἔχωμεν τὸ μικρὸν τοῦτο τῆς ζωῆς ἐφόδιον, κατανυγῆναι τοῖς εἰ- ρημένοις, ἐπιστραφῆναι, βελτίους γενέσθαι, ἵνα μὴ κατὰ τὸν πλούσιον ἐκεῖνον ἀνήνυτα ἐκεῖ θρηνῶμεν ἀπελθόντες, καὶ ἀνίατα λοιπὸν ὀδυρώμεθα. Κἂν γὰρ πατέρα ἔχῃς, κἂν υἱὸν, κἂν φίλον, κἂν ὁντιναοῦν παῤῥησίαν ἔχοντα πρὸς τὸν Θεὸν, οὐδείς σέ ποτε 61.368 ἐξαιρήσεται τούτων ὑπὸ τῶν οἰκείων ἔργων προδιδό- μενον. Τοιοῦτον γὰρ ἐκεῖνο τὸ δικαστήριον· ἀπὸ τῶν πράξεων δικάζει μόνων, καὶ ἄλλως ἐκεῖ σωθῆναι οὐκ ἔνι. Καὶ ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, οὐδ' ἵνα εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα μὴ ματαίαις μηδὲ ψυχραῖς ἐλπίσι τρεφόμενοι, καὶ εἰς τὸν δεῖνα θαῤ- ῥοῦντες, τῆς καθ' ἑαυτοὺς ἀμελήσωμεν ἀρετῆς. Ἂν μὲν γὰρ ῥᾳθυμήσωμεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδεὶς ἡμῖν παραστήσεται· ἂν δὲ σπουδάσωμεν, ἀρκοῦσαν τὴν ἀπὸ τῶν ἔργων συν- ηγορίαν ἔχοντες, μετὰ παῤῥησίας ἀπολαυσόμεθα καὶ τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς τὸν Θεὸν ἀγαπῶ- σιν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΜΓʹ Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς

Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικώτερον ἐμβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν χωρεῖ, περὶ ἐλεημοσύνης ποιούμενος λόγον. Ἀλλὰ περὶ τούτου μόνου διαλεχθεὶς, ἀπαλλάττεται· καίτοι γε οὐδαμοῦ τοῦτο ἐποίησεν, ἀλλὰ περὶ ἐλεημοσύνης, καὶ περὶ σωφροσύνης, καὶ περὶ πραότητος, καὶ περὶ μακροθυμίας, καὶ περὶ τῶν ἄλλων ἁπάντων διαλέ- γεται ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τελευτῶν. Τίνος οὖν ἕνεκεν ἐνταῦθα τοῦ ἠθικοῦ τοῦτο μόνον γυμνάζει τὸ μέρος; Ὅτι καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ πλείονα ἠθικώτερα ἦν, δι' ὧν τὸν πόρνον ἐκόλασε, δι' ὧν τοὺς ἔξω δικαζομένους ἐσωφρόνιζε, δι' ὧν τοὺς με- θύοντας καὶ γαστριζομένους ἐφόβησε, δι' ὧν τοὺς στασιάζοντας καὶ φιλονεικοῦντας καὶ φιλαρχοῦντας κατεδίκασε, δι' ὧν τοὺς ἀναξίως τοῖς μυστηρίοις προσιόντας τῇ ἀφορήτῳ δίκῃ ἐκείνῃ παρέδωκε, δι' ὧν περὶ ἀγάπης διελέχθη. ∆ιὰ δὴ τοῦτο, οὗ μάλιστα αὐ- τῷ ἔδει τῆς εἰς τοὺς ἁγίους ἐπικουρίας, τούτου μέ- μνηται μόνου. Καὶ θέα τὴν σύνεσιν· ὅτε αὐτοὺς περὶ ἀναστάσεως ἔπεισε, καὶ προθυμοτέρους ἐποίησε, τότε λοιπὸν καὶ περὶ