1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

283

παρεχόντων· διὸ καὶ παῤ- ῥησιάζομαι. Ποία γὰρ αἰσχύνη εἰπεῖν, ∆ὸς τῷ Κυρίῳ πεινῶντι, ἔνδυσον αὐτὸν γυμνὸν περιιόντα, ὑπόδεξαι ξένον ὄντα; Ὁ ∆εσπότης σου οὐκ αἰσχύνεται ἐπὶ τῆς οἰκουμένης ταῦτα λέγων· Ἐπείνασα, καὶ οὐκ ἐδώ- κατέ μοι φαγεῖν· ὁ ἀνενδεὴς καὶ μηδενὸς χρῄζων· καὶ ἐγὼ αἰσχυνοῦμαι καὶ ὀκνήσω; Ἄπαγε· διαβο- λικῆς ἐπιβουλῆς αὕτη ἡ αἰσχύνη. Οὐ τοίνυν αἰσχυν- θήσομαι, ἀλλὰ καὶ μετὰ παῤῥησίας ἐρῶ· ∆ότε τοῖς δεομένοις, καὶ μετὰ πλείονος, ἢ οἱ δεόμενοι, φωνῆς. Εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ ἐλέγξαι, ὅτι ταῦτα λέ- γοντες, πρὸς ἑαυτοὺς ὑμᾶς ἕλκομεν, καὶ προσχήματι τῶν πενήτων αὐτοὶ κερδαίνομεν, οὐκ αἰσχύνης ἄξια ταῦτα μόνον, ἀλλὰ καὶ μυρίων κεραυνῶν, καὶ οὐδὲ ζῇν ἄξιον τοὺς τὰ τοιαῦτα ποιοῦντας· εἰ δὲ τῇ τοῦ Θεοῦ χάριτι οὐδὲν ὑπὲρ ἑαυτῶν ἐνοχλοῦμεν, ἀλλ' ἀδάπανον ὑμῖν τὸ Εὐαγγέλιον ἐθήκαμεν, πονοῦντες μὲν οὐδαμῶς καθάπερ Παῦλος, τοῖς δὲ οἰκείοις ἀρκούμενοι, μετὰ παῤῥησίας πάσης ἐρῶ· ∆ότε τοῖς δεομένοις, καὶ οὐ παύσομαι τοῦτο λέγων, καὶ μὴ διδόντων ἔσομαι χαλεπὸς κατήγορος. Καὶ γὰρ εἰ στρατηγὸς ἤμην καὶ στρατιώτας εἶχον, οὐκ ἂν ᾐσχύνθην τοῖς στρατιώταις τροφὰς αἰτῶν. Σφόδρα γὰρ ἐρῶ τῆς σωτηρίας τῆς ὑμετέρας. Ἀλλ' ἵνα καὶ ἐνεργέστερος ὁ λόγος γένηται καὶ δραστήριος μᾶλ- λον, Παῦλον παραστάτην λαβὼν, μετ' ἐκείνου δια- λέξομαι λέγων· Ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Σκόπει γὰρ αὐτοῦ κἀντεῦθεν τὸ ἀνεπαχθές· οὐκ εἶπε, Τοσόνδε ἢ το- σόνδε, ἀλλ' Ὅ τι ἂν εὐοδῶται. εἴτε πολὺ, εἴτε ὀλί- γον· καὶ οὐκ εἶπεν, Ὅ τι ἄν τις κερδάνῃ, ἀλλ', Ὅ τι ἂν εὐοδωθῇ, δεικνὺς ὅτι παρὰ τοῦ Θεοῦ ἡ χορηγία. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ μὴ ἑνὶ χρόνῳ τὸ πᾶν κελεῦσαι καταβαλεῖν, ῥᾳδίαν ποιεῖ τὴν συμβουλήν· τῷ γὰρ κατὰ μικρὸν συλλέγεσθαι ἀνεπαίσθητος ἡ λειτουργία καὶ ἡ δαπάνη. ∆ιὰ δὴ τοῦτο οὐδὲ εὐθέως κελεύει εἰς μέσον ἀγαγεῖν, ἀλλὰ πολλὴν δίδωσι τὴν προθεσμίαν, καὶ τὴν αἰτίαν τιθείς φησιν· Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Τουτέστιν, Ἵνα μὴ ἐν τῷ καιρῷ τῆς εἰσφορᾶς, τότε ἀναγκάζησθε συλλέγειν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτοὺς πάλιν προέτρεψεν· ἡ γὰρ προσδοκία Παύλου προθυμοτέρους 61.370 αὐτοὺς ἐποίει. Ὅταν δὲ ἔλθω, οὓς ἐὰν δοκιμά- σητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οὓς ἐὰν ὑμεῖς δοκιμάσητε, οὓς ἐὰν ἕλησθε, ὥστε ἀνύποπτον ποιῆσαι τὴν λει- τουργίαν. ∆ιὸ αὐτῶν ποιεῖται τὴν ψῆφον τῆς τῶν ἀποκομιζόντων αἱρέσεως. Οὐ γὰρ δήπου φησίν· Ἡ μὲν εἰσφορὰ ὑμῶν, ἡ δὲ ἐξουσία τῆς ἐκλογῆς τῶν ἀποκομιζόντων, οὐχ ὑμῶν. Εἶτα ἵνα μὴ αὐτοῖς ἀπο- λιμπάνεσθαι δόξῃ, τὰ γράμματα προστίθησι, λέγων· Οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν πέμψω. Ὡς ἂν εἰ ἔλεγεν, ὅτι Κἀγὼ συνέσομαι αὐτοῖς, καὶ κοι- νωνήσω τῆς λειτουργίας διὰ τῶν γραμμάτων. Καὶ οὐκ εἶπε, Τούτους πέμψω ἀπενεγκεῖν τὴν ἐλεημο- σύνην ὑμῶν, ἀλλὰ, Τὴν χάριν ὑμῶν, ἵνα δείξῃ μεγάλα ἐργαζομένους, ἵνα δείξῃ αὐτοὺς κερδαίνοντας. Ἀλ- λαχοῦ δὲ καὶ εὐλογίαν καὶ κοινωνίαν καλεῖ· τὸ μὲν, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, τὸ δὲ, ἵνα μὴ ἐπάρῃ· οὐδαμοῦ μέντοι γε ἐλεημοσύνην ὠνόμασεν. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύ- σονται. Ἐνταῦθα πάλιν εἰς δαψίλειαν αὐτοὺς προ- τρέπει. Ἐὰν γὰρ τοσοῦτον ᾖ, φησὶν, ὡς καὶ τῆς ἐμῆς δεῖσθαι παρουσίας, οὐδὲ τοῦτο παραιτήσομαι. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐκ ἐπηγγείλατο, οὐδὲ εἶπεν, Ἐπειδὰν παραγένωμαι, ἐγὼ ἀποκομίζω· οὐδὲ γὰρ ἂν οὕτως αὐτὸ ηὔξησεν, εἰ ἐξ ἀρχῆς αὐτὸ τέθεικεν· ὕστερον μέντοι καλῶς καὶ εὐκαίρως αὐτὸ προστίθησι. ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως ὑπέσχετο, οὔτε καθ- άπαξ αὐτὸ ἀπεσιώπησεν, ἀλλ' εἰπὼν, ὅτι Πέμψω, τότε καὶ ἑαυτὸν προστίθησι. Καὶ ἐνταῦθα δὲ πάλιν κυρίους αὐτοὺς ἐποίησεν ἐν τῷ εἰπεῖν· Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι· τοῦτο δὲ ἐπ' ἐκείνοις ἔκειτο, τὸ πολὺ ποιῆσαι τὸ συλλεγόμενον, καὶ τοσοῦ- τον, ὡς δυσωπῆσαι καὶ αὐτὸν ἀναστῆναι. Ἐλεύ- σομαι δὲ πρὸς ὑμᾶς, φησὶν, ὅταν Μακεδονίαν διέλθω. Εἶπε καὶ ἀνωτέρω τοῦτο, ἀλλὰ τότε μὲν μετὰ θυμοῦ· προσέθηκε γοῦν· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ