1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

288

ἑαυτούς· τοῦτον τὸν βίον εἵλοντο διαπαντὸς, ταύτην μελετῶσι τὴν μελέτην. Ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις. Τουτ- έστιν, Ἵνα συναντιλαμβάνησθε καὶ εἰς δαπάνην χρη- μάτων καὶ εἰς σώματος διακονίαν, ἵνα κοινωνῆτε. Καὶ γὰρ ἐκείνοις ὁ κόπος ἔσται κοῦφος, ὅταν ἔχωσι συμμάχους, καὶ τὰ τῆς εὐεργεσίας εἰς πλείονας δια- βήσεται. Καὶ οὐκ εἶπεν ἁπλῶς, Συνεργεῖτε, ἀλλὰ καὶ, Ἐν οἷς ἂν κελεύωσι πείθεσθε, τὴν ἐπιτεταμένην ὑπ- ακοὴν ἐνδεικνύμενος. Καὶ ἵνα μὴ δόξῃ αὐτοῖς χαρί- 61.376 ζεσθαι, προσέθηκε· Καὶ παντὶ τῷ κοπιῶντι καὶ συνεργοῦντι. Κοινὸς, φησὶν, ἔστω ὁ νόμος οὗτος· οὐδὲ γὰρ ἰδιαζόντως περὶ ἐκείνων λέγω, ἀλλ' εἴ τις κατ' ἐκείνους, καὶ οὗτος ἀπολαυέτω τούτων. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος συνιστᾷν, αὐτοὺς μάρτυρας κα- λεῖ, λέγων· Παρακαλῶ δὲ ὑμᾶς, οἴδατε τὴν οἰκίαν Στεφανᾶ. Ἴστε γὰρ, φησὶ, καὶ ὑμεῖς πῶς κάμνουσι, καὶ οὐ παρ' ἡμῶν δεῖσθε μαθεῖν. Ἐχάρην δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊ- κοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα αὐτοὶ ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τού- τους (οὗτοι γὰρ οἱ ἐλθόντες εἰσὶ καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν· δι' αὐτῶν γὰρ καὶ ἔγραψαν τὰ περὶ τῶν παρθένων, τὰ περὶ τῶν γεγαμηκότων), ὅρα πῶς αὐτοὺς κατεπράϋνεν, ἐν ἀρχῇ μὲν τῆς Ἐπιστο- λῆς εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ὑπὸ τῶν Χλόης· καὶ τούτους κρύψας, κἀκείνους εἰς μέσον ἀγαγών· εἰκὸς γὰρ ἐκείνους διὰ τούτων δηλῶσαι· ἐνταῦθα δὲ, Τὸ ὑμῶν ὑστέρημα ἀνεπλήρωσαν, καὶ ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· δεικνὺς ἀντὶ πάντων ἐλθόντας, καὶ ἑλομένους ἀποδη- μίαν στείλασθαι τοσαύτην ὑπὲρ αὐτῶν. Πῶς οὖν τοῦτο τὸ ἴδιον κοινὸν γένηται; Εἰ τὸ ὑστέρημα παρα- μυθήσεσθε διὰ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς, ἐὰν τι- μήσητε, ἐὰν ἀποδέξησθε αὐτοὺς, ἐὰν τῇ εὐποιίᾳ κοι- νωνήσητε· διό φησιν· Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Καὶ ἐπαινῶν τοὺς ἐλθόντας, συμπλέκει καὶ ἐκείνους τῷ ἐγκωμίῳ, τοῖς ἀπεσταλμένοις τοὺς ἀπεσταλκότας, λέγων, ὅτι Ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους, ὅτι δι' ὑμᾶς πατρίδα καὶ οἰκίαν κατέλι- πον. Εἶδες σύνεσιν; οὐ Παύλῳ μόνον, ἀλλὰ καὶ ἐκείνοις αὐτοὺς χαρισαμένους δείκνυσι, τῷ τὴν πό- λιν ἅπασαν ἐν αὐτοῖς περιφέρειν· ὃ καὶ τούτους ἀξιοπίστους ἐποίει, καὶ ἐκείνους οὐκ ἠφίει τούτων ἀποσχίζεσθαι, ἅτε δι' αὐτῶν παραστάντας τῷ Παύ- λῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τῆς Ἀσίας. Ἀεὶ συνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπασμοῦ· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα. Παρ' αὐτοῖς γὰρ ἔμενε, σκηνοποιὸς ὤν. Σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλη- σίᾳ. Καὶ τοῦτο οὐ μικρὰ ἀρετὴ, τὸ καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ταύτην τὴν τοῦ ἁγίου φιλήματος ἐνταῦθα μό- νον τίθησι προσθήκην. Τί δήποτε; Σφόδρα δι- εστήκεσαν ἀλλήλων τῷ λέγειν, Ἐγὼ μέν εἰμι Παύ- λου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χρι- στοῦ· τῷ τὸν μὲν πεινᾷν, τὸν δὲ μεθύειν· τῷ μάχας καὶ ζηλοτυπίας καὶ κρίματα ἔχειν. Καὶ ἀπὸ τῶν χα- ρισμάτων δὲ πολὺς ὁ φθόνος ἦν, πολλὴ ἡ ὑπερηφα- νία. Ἐπεὶ οὖν αὐτοὺς συνῆψε διὰ τῆς παραινέσεως, εἰκότως κελεύει καὶ διὰ τοῦ φιλήματος τοῦ ἁγίου συνάπτεσθαι. Τοῦτο γὰρ ἑνοῖ, καὶ ἓν τίκτει σῶμα· τοῦτο ἅγιόν ἐστι, τὸ μὴ μετὰ δόλου καὶ ὑπὸ κρί- σεως. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. ∆εί- κνυσι μετὰ πολλῆς σπουδῆς τὴν Ἐπιστολὴν συντεθεῖ- σαν· διὸ καὶ τοῦτο προσέθηκεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔστω ἀνάθεμα. γʹ. ∆ι' ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησε, τοὺς τὰ μέλη αὐτῶν ποιοῦντας πόρνης μέλη, τοὺς σκανδα- 61.377 λίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς ἀπ' ἀνθρώπων ὀνομαζομένους, τοὺς τῇ ἀναστάσει διαπι- στοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξε τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τῆς κακίας τὴν πηγήν. Ὥσπερ γὰρ σφοδρὰ περὶ αὐτὸν ἡ ἀγάπη γενομένη, πάντα τῶν ἁμαρτημάτων τὰ εἴδη κατασβέννυσι καὶ ἐξωθεῖ· οὕτως ὅταν ἀσθενεστέρα ᾖ, βλαστάνειν ταῦτα ποιεῖ. Μαραναθά. Τίνος ἕνεκεν τοῦτο εἴρηται; τί δήποτε καὶ