1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

289

Ἑβραΐδι φωνῇ; Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν· τοῦτον δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν ἦν, ὃ μάλιστα τὴν Κόρινθον διέσπασε· καταστέλλων αὐ- τῶν τὸν τῦφον, οὐδὲ Ἑλλάδι κέχρηται γλώσσῃ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς ὅτι οὐ μόνον οὐκ αἰσχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς ἀσπάζεται τῆς θερμότητος. Τί δέ ἐστι Μαραναθά; Ὁ Κύριος ἡμῶν ἦλθε. Τίνος οὖν ἕνεκεν αὐτὸ τοῦτό φησι; Τὸν τῆς οἰκονομίας βεβαιῶν λόγον, ἐξ ὧν μάλιστα τὰ σπέρ- ματα τῆς ἀναστάσεως συντέθεικεν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐκείνους ἐντρέπων, ὡς ἂν εἰ ἔλεγεν· Ὁ κοινὸς πάντων ∆εσπότης καταβῆναι τοσοῦτον κατ- ηξίωσε, καὶ ὑμεῖς ἐν τοῖς αὐτοῖς ἐστε, καὶ ἐπιμένετε ἁμαρτάνοντες; καὶ οὐ φρίττετε τῆς ἀγάπης τὴν ὑπερβολὴν, τῶν ἀγαθῶν τὸ κεφάλαιον; Ἐννόησον γὰρ τοῦτο μόνον, φησὶ, καὶ ἀρκέσει σοι εἰς πάσης ἀρετῆς προκοπὴν, καὶ πᾶσαν δυνήσῃ κατασβέσαι ἁμαρτίαν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τοῦτο διδασκάλου, τὸ μὴ μόνον συμβουλαῖς, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. Ἡ ἀγάπη μου μετὰ πάν- των ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Ἵνα γὰρ μὴνομίσωσιν, ὅτι κολακεύων αὐτοὺς εἰς τοῦτο κατέληξε, φησίν· Ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲν γὰρ ἀνθρώπινον ἔχει οὐδὲ σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστι· διὸ σφόδρα γνησία· καὶ γὰρ σφόδρα ἐρῶντος τὸ ῥῆμα ἦν. Καὶ γὰρ ἐπειδὴ διειστήκει τῷ τόπῳ, καθάπερ δεξιᾶς τινος ἐκτάσει, ταῖς τῆς ἀγάπης αὐτοὺς χερσὶ περι- λαμβάνει λέγων, Ἡ ἀγάπη μου μεθ' ὑμῶν, ὡς ἂν εἰ ἔλεγε· Μετὰ πάντων ὑμῶν ἐγώ. ∆ι' ὧν δείκνυσιν, ὅτι οὐ θυμοῦ οὐδὲ ὀργῆς ἦν τὰ γραφέντα, ἀλλὰ κηδεμονίας, ὅπου γε μετὰ τοσαύτην κατηγορίαν οὐκ ἀποστρέφεται, ἀλλὰ καὶ φιλεῖ καὶ περιλαμβάνει πόῤῥωθεν αὐτοὺς ὄντας, διὰ τῶν Ἐπιστολῶν καὶ τῶν γραμμάτων τούτων αὐτοῖς περιχυθείς. Οὕτω γὰρ τὸν διορθοῦντα δεῖ ποιεῖν· ὡς ὅ γε ὀργῇ μόνον ποιῶν, οἰκεῖον πάθος πληροῖ· ὁ δὲ μετὰ τὸ διορθῶσαι τὸν ἁμαρτάνοντα, καὶ τὰ τῆς ἀγάπης ἐπιδεικνύμενος, δείκνυσιν ὅτι κἀκεῖνα φιλοστοργίας ἦν, ὅσα ἐπιπλήτ- των ἔλεγεν. Οὕτω δὴ καὶ ἡμεῖς ἀλλήλους παιδεύωμεν, καὶ μήτε ὁ ἐλέγχων ὀργιζέσθω· οὐ γὰρ διορθώσεως τοῦτο, ἀλλὰ πάθους· μήτε ὁ ἐλεγχόμενος δυσχεραι- νέτω· ἰατρεία γὰρ τὸ γινόμενον, οὐκ ἀπέχθεια. Εἰ δὲ ἰατρῶν παῖδες καίουσι καὶ οὐκ ἐγκαλοῦνται, πολλάκις καὶ διαμαρτάνοντες τοῦ τέλους, ἀλλὰ καὶ ἀλγοῦντες οἱ καιόμενοι καὶ τεμνόμενοι, εὐεργέτας εἶναι νομί- ζουσι τοὺς τὴν ἀλγηδόνα ταύτην διεγείροντας· πολλῷ μᾶλλον τὸν δεχόμενον ἔλεγχον οὕτω διακεῖσθαι χρὴ, καὶ ὡς ἰατρῷ προσέχειν τῷ διορθοῦντι, ἀλλ' οὐχ ὡς ἐχθρῷ. Καὶ ἡμεῖς δὲ οἱ ἐπιτιμῶντες προσίωμεν μετὰ πολλῆς τῆς ἡμερότητος, μετὰ πολλῆς τῆς συνέσεως, 61.378 κἂν ἴδῃς τὸν ἀδελφὸν πλημμελοῦντα, ὡς ὁ Χριστὸς ἐκέλευσε, μὴ δημοσίευε τὸν ἔλεγχον, ἀλλὰ μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, οὐκ ὀνειδίζων οὐδὲ ἐπεμβαίνων κειμένῳ, ἀλλὰ καὶ ἀλγῶν καὶ τηκόμενος· καὶ ἕτοιμον σαυτὸν πάρεχε καὶ πρὸς τὸ ἐλέγχεσθαι, εἴ τι δια- μαρτάνοις. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, καθ' ὑπόθεσιν τὸν λόγον γυμνάσωμεν· μὴ γὰρ δὴ γένοιτο ἐπὶ τῆς ἀληθείας αὐτῆς εὐπορῆσαι παρα- δείγματος τοιούτου· Ἔστω τις ἀδελφὸς παρθένῳ συνοικῶν, κόσμιος μὲν καὶ σώφρων, πλὴν ἀλλὰ μηδὲ οὕτω διαφευγέτω τὴν πονηρὰν δόξαν. Ἂν τοίνυν ἀκούσῃς θρυλλουμένην τὴν συνοίκησιν ταύτην, μὴ καταφρονήσῃς μηδὲ εἴπῃς· Αὐτὸς γὰρ οὐ κέκτηται νοῦν; αὐτὸς γὰρ οὐκ οἶδε τί τὸ συμφέρον; εἰκῆ φιλοῦ, καὶ μὴ μισοῦ εἰκῆ· τί γάρ μοι μέλει ἔχθραν ἀνα- δέξασθαι περιττήν; Ταῦτα ληρώδη ῥήματα τῶν θηρίων, μᾶλλον δὲ τῶν δαιμόνων. Οὐ γὰρ ἔστιν εἰκῆ μισεῖσθαι τὸν ἐπὶ διορθώσει τοῦτο ποιοῦντα, ἀλλ' ἐπὶ μεγάλοις ἀγαθοῖς καὶ στεφάνοις ἀποῤῥήτοις. Εἰ δὲ λέγοις, Τί γὰρ, αὐτὸς οὐκ ἔχει νοῦν; ἀκούσῃ παρ' ἡμῶν, ὅτι οὐκ ἔχει· μεθύει γὰρ τῷ πάθει. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων οἱ ἀδικούμενοι οὐκ ἂν δύναιντο εἰπεῖν ὑπὲρ ἑαυτῶν ζέοντες τῇ ὀργῇ, καίτοι γε οὐκ ἔστιν ἔγκλημα ἡ συμπάθεια αὕτη· πόσῳ μᾶλ- λον οἱ συνηθείᾳ πονηρᾷ κατεχόμενοι; ∆ιὰ τοῦτο λέγω, ὅτι κἂν μυριάκις ᾖ φρόνιμος, οὐκ ἔχει νοῦν ἐγρηγο- ρότα. Τί γὰρ