292
κατ' ἀλλήλων τὴν γλῶτταν ἀκονῶμεν, μηδὲ λαλῶμεν ῥήματα καταποντισμοῦ, τὴν δόξαν τοῦ πλησίον ὑπορύττοντες, καὶ καθάπερ ἐν πολέμῳ καὶ μάχῃ βάλλοντες καὶ βαλλόμενοι. Τί γὰρ ὄφελος νηστείας ἢ ἀγρυπνίας λοιπὸν, ὅταν γλῶττα μεθύῃ, καὶ κυνείων κρεῶν ἀκαθαρτοτέραν σιτῆται τράπεζαν, αἱμοβόρος γενομένη, καὶ προχέουσα βόρ- βορον, καὶ ἀμάρας ὀχετὸν τὸ στόμα ποιῇ, μᾶλλον δὲ καὶ πολὺ ταύτης βδελυρώτερον; Τὸ μὲν γὰρ ἐκεῖθεν προϊὸν, σῶμα ἐμόλυνε· τὸ δὲ ἐντεῦθεν, ψυχὴν πολ- λάκις ἀπέπνιξε. Ταῦτα οὐ τῶν κακῶς ἀκουόντων μά- την κηδόμενος λέγω (ἐκεῖνοι γὰρ καὶ στεφάνων εἰ- σὶν ἄξιοι, ὅταν φέρωσι γενναίως τὰ λεγόμενα), ἀλλ' ὑμῶν τῶν λεγόντων. Τὸν μὲν γὰρ κακῶς ἀκούοντα μάτην μακαρίζουσιν αἱ Γραφαὶ, τὸν δὲ κα- κῶς λέγοντα ἐκβάλλουσι τῶν ἱερῶν μυστηρίων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν περιβόλων· Τὸν γὰρ κα- ταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· καὶ τῆς τῶν ἱερῶν δὲ βίβλων τὸν τοιοῦτον ἀνάξιον εἶναί φησιν ἀναγνώσεως. Ἵνα τί γὰρ, φησὶν, ἐκδιηγῇ σὺ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόμα- τός σου; εἶτα τὴν αἰτίαν τιθείς φησι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ἐνταῦθα μὲν οὐ διώρισεν, εἴτε ἀληθῆ, εἴτε ψευδῆ· ἀλλαχοῦ δὲ καὶ τοῦτο ἀπηγόρευσε, δεικνὺς ὅτι κἂν ἀληθῆ λέγῃς, οὐ σοὶ ταῦτα ῥητέα. Μὴ κρίνετε γὰρ, φησὶν, ἵνα μὴ κριθῆτε· ἐπεὶ καὶ ὁ τὸν τελώνην κακηγορῶν κατ- εδικάζετο, καίτοι γε ἀληθῆ κατηγορῶν ἐκείνου. Τί οὖν, ἂν ᾖ τις θρασὺς καὶ μιαρὸς, φησὶν, οὐ διορθω- τέον αὐτὸν, οὐδὲ ἐλεγκτέον ἡμῖν; Ἐλεγκτέον καὶ διορθωτέον, οὕτω δὲ ὡς ἔμπροσθεν εἶπον· ἐὰν δὲ ὀνειδίζων τοῦτο ποιῇς, ὅρα μὴ τὸν Φαρισαῖον ἐκεῖνον μιμούμενος, τὰ ἐκείνου πάθῃς. Οὐδὲν γὰρ ἐντεῦθεν 61.382 γίνεται κέρδος, οὐ σοὶ τῷ λέγοντι, οὐκ ἐκείνῳ τῷ ἀκούοντι οὕτω κατηγορουμένῳ· ἀλλ' ὁ μὲν ἀναισχυν- τότερος γίνεται (ἕως μὲν γὰρ λανθάνει, καὶ αἰδεῖσθαι οἶδεν· ἐπειδὰν δὲ γένηται δῆλος καὶ καταφανὴς, καὶ τὸν ἐντεῦθεν ἐκβάλλει χαλινόν)· ὁ δὲ ἀκούων, πάλιν μειζόνως βλαβήσεται. Ἄν τε γὰρ κατορθώματα συν- ίδῃ ἑαυτῷ, φυσᾶται ταῖς ἑτέρου κατηγορίαις ὀγκού- μενος· ἄν τε ἁμαρτήματα, προθυμότερος εἰς πονη- ρίαν καθίσταται. Αὐτός τε ὁ λέγων πάλιν καὶ παρὰ τῷ ἀκούοντι πονηρὰν λήψεται δόξαν, καὶ τὸν Θεὸν μειζόνως καθ' ἑαυτοῦ παροξυνεῖ. ∆ιὸ, παρακαλῶ, πᾶν δυσῶδες ἐκβάλωμεν ῥῆμα· εἴ τι ἀγαθὸν πρὸς οἰκοδομὴν, τοῦτο λέγωμεν. Ἀλλ' ἀμύνασθαι ἐκεῖνον ἐπιθυμεῖς; Τί οὖν ἀντ' ἐκείνου σαυτὸν ἀμύνῃ; Ὁ γὰρ τοὺς λελυπηκότας ἀμύνασθαι σπουδάζων, οὕ- τως ὡς ὁ Παῦλος ἀμύνασθαι ἐκέλευσεν, ἀμύνου· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πό- τιζε αὐτόν. Ἐὰν δὲ τοῦτο μὲν μὴ ποιῇς, ἐπιβου- λεύῃς δὲ μόνον, κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς. ∆ιόπερ ἂν κακῶς ἐκεῖνος λέγῃ, ἐγκωμίοις αὐτὸν ἀμείβου καὶ ἐπαίνοις· οὕτω γὰρ κἀκεῖνον ἀμύνασθαι δυνήσῃ, καὶ σαυτὸν ἀπαλλάξεις πονηρᾶς ὑποψίας. Ὁ μὲν γὰρ ἐπὶ τῷ κακῶς ἀκούειν ἀλγῶν, ἀπὸ συνειδότος δοκεῖ τοῦτο πάσχειν πονηροῦ· ὁ δὲ καταγελῶν τῶν λεγομένων, μέγιστον ἐκφέρει τεκμήριον τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρόν. Ἐπεὶ οὖν οὔτε τὸν ἀκούοντα, οὔτε ἑαυτὸν, οὔτε τὸν διαβαλλόμενον ὠφε- λεῖς, καὶ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, κἂν ἐντεῦθεν γενοῦ σωφρονέστερος. Ἐχρῆν μὲν γὰρ ἀπὸ τῆς βα- σιλείας τῶν οὐρανῶν καὶ τῶν τῷ Θεῷ δοκούντων πεί- θεσθαι· ἐπειδὴ δὲ παχύτερον διάκεισαι, καὶ ὥσπερ θηρίον δάκνεις, κἂν ἐντεῦθεν παιδεύθητι, ἵνα τοῖς λόγοις τούτοις σωφρονισθεὶς, δυνηθῷς ἀπὸ τῶν τῷ Θεῷ δοκούντων μόνον ῥυθμίζεσθαι, καὶ γενόμενος παντὸς πάθους ἀνώτερος ἐπιτύχοις τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κρά-τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.