1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

2

μετριάζειν, μονονουχὶ λέγων, ὅτι τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστι τὸ πᾶν. Τὸ μὲν οὖν εὐχαριστεῖν τῶν κατορθωμάτων ἕνεκεν τίθησι· τὸ δὲ μεμνῆσθαι αὐτῶν ἐπὶ τῶν προσευχῶν, τῆς ἀγάπης τῆς πρὸς αὐτούς. Εἶτα δεικνὺς ὅτι οὐ μόνον ἐπὶ τῶν προσευχῶν μέμνηται, ἀλλὰ καὶ χωρὶς τῶν εὐχῶν, ὅπερ πολλάκις ποιεῖ· Ἀδιαλείπτως, φησὶ, μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Τί ἐστιν; Ἀδιαλείπτως μνημονεύοντες; Ἤτοι μνημονεύοντες ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ τοῦ κόπου τῆς ἀγάπης μνημονεύοντες τοῦ ὄντος ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Οὐχ ἁπλῶς δὲ εἶπεν· 62.394 Ἀδιαλείπτως μνημονεύοντες, ἀλλ' Ὑμῶν. Εἶτα πάλιν, ἵνα μὴ νομίσῃς ἁπλῶς μηδὲ τὸ Ὑμῶν εἰρῆσθαι, ἐπήγαγεν· Ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Ἐπειδὴ γὰρ οὐδεὶς ἐπῄνει τῶν ἀνθρώπων τὰ γινόμενα, οὐδεὶς μισθὸν ἀπεδίδου, καὶ τοῦτο προστίθησι, μονονουχὶ λέγων, Θαῤῥεῖτε, ἔμπροσθεν τοῦ Θεοῦ κάμνετε. Τί ἐστι, Τοῦ ἔργου τῆς πίστεως; Ὅτι οὐδὲν ὑμῶν παρέκλινε τὴν ἔνστασιν· τοῦτο γὰρ ἔργον πίστεως. Εἰ πιστεύεις, πάντα πάσχε· εἰ δὲ μὴ πάσχεις, οὐ πιστεύεις. Μὴ γὰρ οὐ τοιαῦτά ἐστι τὰ ἐπηγγελμένα, ὡς καὶ μυρίους θανάτους πείσεσθαι τὸν πιστεύοντα ἀνελέσθαι; Οὐρανῶν βασιλεία πρόκειται καὶ ἀθανασία καὶ ζωὴ αἰώνιος. Ὁ τοίνυν πιστεύων, πάντα πείσεται. Ἄρα ἡ πίστις διὰ τῶν ἔργων δείκνυται. Εἰκότως οὖν οὕτως εἶπε, δηλῶν, ὅτι Οὐχ ἁπλῶς, ἀλλὰ διὰ τῶν ἔργων αὐτὴν ἐπεδείξασθε, διὰ τῆς ἐνστάσεως, διὰ τῆς προθυμίας. Καὶ τοῦ κόπου τῆς ἀγάπης. Ποῖος γὰρ κόπος τὸ φιλεῖν ἁπλῶς; Οὐδείς· τὸ δὲ γνησίως φιλεῖν κόπος πολύς. Ὅταν γὰρ, εἰπέ μοι, μυρία κινῆται τῆς ἀγάπης ἡμᾶς ἀφελκύσαι βουλόμενα, ἡμεῖς δὲ πρὸς πάντα ἀντιτείνωμεν, οὐχὶ κόπος ἐστί; Τί γὰρ οὐκ ἔπαθον οὗτοι, ὥστε μὴ ἀποστῆναι τῆς ἀγάπης; οὐχὶ ἐπὶ τὸν ὑποδοχέα Παύλου ἦλθον οἱ πολεμοῦντες τῷ κηρύγματι, καὶ μὴ εὑρόντες αὐτὸν, ἔσυρον τὸν Ἰάσονα ἐπὶ τοὺς πολιτάρχας; Μικρὸς οὗτος κόπος, εἰπέ μοι, μηδέπω τῶν σπερμάτων παγέντων, τοσοῦτον χειμῶνα φέρειν, τοσούτους πειρασμούς; Καὶ ἱκανὰ αὐτὸν ἀπῄτησαν. Καὶ ἱκανὰ, φησὶ, δοὺς, ἐξέπεμψε τὸν Παῦλον. Μικρὸν τοῦτο, εἰπέ μοι; οὐχὶ καὶ ἑαυτὸν ἀντ' ἐκείνου τῷ κινδύνῳ ὑπέθηκε; Τοῦτο κόπον φησὶν ἀγάπης, ὅτι οὕτω προσεδέθησαν. βʹ. Καὶ ὅρα· πρῶτον ἐκείνων λέγει τὰ κατορθώματα, καὶ τότε τὰ ἑαυτοῦ, ἵνα μὴ δόξῃ μεγαληγορεῖν, μηδὲ προλήψει φιλεῖν αὐτούς. Καὶ τῆς ὑπομονῆς, φησίν. Οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγμὸς ἐκεῖνος γέγονεν, ἀλλὰ διαπαντός· οὐδὲ τῷ διδασκάλῳ μόνον Παύλῳ ἐπολέμουν, ἀλλὰ καὶ τοῖς μαθητευομένοις. Εἰ γὰρ πρὸς ἐκείνους οὕτω διέκειντο τοὺς θαύματα ἐργαζομένους, τοὺς αἰδεσίμους, τί οἴει πρὸς τοὺς συνοικοῦντας αὐτοῖς, καὶ συμπολίτας, καὶ ἀθρόον ἀποστάντας; Ὅπερ οὖν αὐτοῖς καὶ μαρτυρεῖ, λέγων, ὅτι Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ τῆς ἐλπίδος, φησὶ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Καλῶς οὕτως εἶπε· ταῦτα γὰρ πάντα ἀπὸ πίστεως γίνεται καὶ ἐλπίδος. Ὥστε οὐ τὴν ἀνδρείαν αὐτῶν μόνον ἐδήλου τὰ γενόμενα, ἀλλ' ὅτι καὶ μετὰ πληροφορίας ἐπίστευον τοῖς ἀποκειμένοις ἐπάθλοις. ∆ιὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γενέσθαι διωγμοὺς, ἵνα μή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις ἦν ἡ τὰς τῶν πιστευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανάτους μυρίους παρασκευάζεσθαι· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ εὐθέως κατὰ βάθους τὸ κήρυγμα ἐπεπήγει καὶ εἰστήκει ἀκλινές. Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ὑμᾶς ἐν λόγῳ μό 62.395 νον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ· καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ἡμῖν ὑμᾶς. Τί ἐστιν ὃ