1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

3

λέγει· Οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν; Ἐνταῦθα καὶ τῶν αὐτοῦ κατορθωμάτων ἅπτεται, ἀλλ' ἐπεσκιασμένως· βούλεται γὰρ πρότερον τοῖς ἐκείνων ἐγκωμίοις ἐπεξελθεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἤδειμεν ὅτι τῶν γενναίων ἦτε καὶ μεγάλων ἀνδρῶν, ὅτι τῶν ἐκλεκτῶν· διὰ τοῦτο καὶ ἡμεῖς πάντα ὑπομένομεν δι' ὑμᾶς. Τὸ γὰρ, Οἷοι ἐγενήθημεν ἐν ὑμῖν, τοῦτό ἐστι δηλοῦντος, ὅτι μετὰ πολλῆς προθυμίας καὶ πολλῆς σφοδρότητος ἕτοιμοί ἐσμεν τὰς ψυχὰς ἡμῶν ἐκδοῦναι δι' ὑμᾶς· καὶ τούτου δὲ οὐχ ἡμῖν χάρις, ἀλλ' ὑμῖν, ὅτι ἐκλεκτοὶ ἦτε. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς. Ὑπὲρ γὰρ τῶν τοῦ Θεοῦ ἀγαπητῶν τί οὐκ ἄν τις πάθοι; Καὶ εἰπὼν τὸ αὐτοῦ, μονονουχί φησιν· Εἰ γὰρ καὶ ἀγαπητοὶ καὶ ἐκλεκτοὶ, πάντα εἰκότως ὑπομένομεν. Οὐ γὰρ δὴ τὸ ἐπαινεῖν αὐτοὺς ἐῤῥώννυε μόνον, ἀλλὰ καὶ τὸ ὑπομιμνήσκειν, ὅτι καὶ αὐτοὶ τῆς ἐκείνων προθυμίας ἀντίῤῥοπον ἀνδρείαν ἐπεδείξαντο. Φησὶ γοῦν· Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Βαβαί! πόσον τὸ ἐγκώμιον! οἱ μαθηταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν μόνον τῶν λόγων, ἀλλὰ καὶ πρὸς τὴν αὐτὴν κορυφὴν τῷ Παύλῳ ἔφθασαν. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸ ἑξῆς· ὅρα γὰρ ποῦ αὐτοὺς ἀνάγει λέγων· Μιμηταὶ ἐγένεσθε τοῦ Κυρίου. Πῶς; ∆εξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Οὐχ ἁπλῶς μετὰ θλίψεως, ἀλλὰ μετὰ πολλῆς. Καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πράξεων τῶν ἀποστολικῶν μαθεῖν, πῶς ἐπήγειραν τὸν διωγμὸν ἐπ' αὐτούς· -Καὶ πάντας, φησὶ, τοὺς πολιτάρχας ἐτάραξαν, καὶ τὴν πόλιν ἀνεπτέρωσαν κατ' αὐτῶν. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἐθλίβητε μὲν καὶ ἐπιστεύσατε, ἀλγοῦντες δὲ, ἀλλὰ καὶ χαίροντες σφόδρα. Ὅπερ καὶ οἱ ἀπόστολοι ἐποίουν· Χαίροντες, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Τὸ γὰρ θαυμαστὸν, τοῦτό ἐστιν· εἰ καὶ οὐδὲ ἐκεῖνο μικρὸν, τὸ φέρειν ὁπωσδήποτε θλίψεις· τοῦτο δὲ ἤδη τῶν τὴν ἀνθρωπίνην φύσιν ὑπερβαινόντων ἦν, καὶ ὥσπερ ἀπαθὲς σῶμα ἐχόντων. Πῶς δὲ μιμηταὶ τοῦ Κυρίου ἐγένοντο; Ὅτι καὶ αὐτὸς πολλὰ παθήματα ὑπέμεινε, καὶ οὐκ ἤλγει, ἀλλ' ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο. ∆ι' ἡμᾶς ἑαυτὸν ἐκένωσεν, ἔμελλεν ἐμπτύεσθαι καὶ ῥαπίζεσθαι, σταυροῦσθαι· καὶ οὕτως ἔχαιρε ταῦτα πάσχων, ὡς τῷ Πατρὶ λέγειν· ∆όξασόν με. Μετὰ χαρᾶς, φησὶ, Πνεύματος ἁγίου. Ἵνα μή τις εἴπῃ· Πῶς θλίψεως λέγεις; πῶς χαρᾶς; πῶς ἀμφότερα ἔνι συνελθεῖν; ἐπήγαγε· Μετὰ χαρᾶς Πνεύματος ἁγίου. Ἡ θλῖψις ἐν τοῖς σωματικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευματικοῖς. Πῶς; Τὰ μὲν γινόμενα, λυπηρά· τὰ δὲ ἐξ αὐτῶν τικτόμενα, οὐκέτι· οὐ γὰρ ἀφίησι τὸ Πνεῦμα. Ὥστε ἔνεστι καὶ πάσχοντα μὴ χαίρειν, ὅταν ὑπὲρ ἁμαρτημάτων τις πάσχῃ· καὶ μαστιζόμενον ἥδεσθαι, ὅταν διὰ τὸν Χριστόν τις πάσχῃ. γʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χαρά· ἀντὶ τῶν δοκούντων εἶναι ἀνιαρῶν, ἐκφύει τὴν ἡδονήν. Ἔθλιψαν ὑμᾶς, φησὶ, καὶ ἐδίωξαν, ἀλλ' οὐκ ἀφῆκεν ὑμᾶς 62.396 τὸ Πνεῦμα οὐδὲ ἐν ἐκείνοις· ἀλλ' ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑμεῖς ἐν ταῖς θλίψεσιν. Ὥσπερ δὲ ἐκεῖ οὐ τῆς τοῦ πυρὸς φύσεως τὸ δροσίζειν, ἀλλὰ τοῦ Πνεύματος τοῦ διασυρίζοντος· οὕτω καὶ ἐνταῦθα, οὐ τῆς φύσεως τῆς θλίψεως τὸ τὴν χαρὰν τίκτειν, ἀλλὰ τοῦ διὰ τὸν Χριστὸν πάσχειν, καὶ τοῦ Πνεύματος τοῦ δροσίζοντος, καὶ διὰ τῆς καμίνου τῶν πειρασμῶν ἐν ἀνέσει ποιοῦντος. Μετὰ χαρᾶς, φησὶν, οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς· τοῦτο γάρ ἐστι Πνεύματος ἁγίου. Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ. Καὶ μὴν ἐν ὑστέρῳ ἦλθε πρὸς αὐτούς· ἀλλ' οὕτως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων γενέσθαι διδάσκαλοι. Καὶ τοῦτο ἀποστολικόν. Οὐ γὰρ εἶπεν· Ὥστε τύπους γενέσθαι πρὸς τὸ πιστεῦσαι, ἀλλὰ τοῖς ἤδη πιστεύουσι τύπος ἐγένεσθε· τουτέστι· Πῶς δεῖ πιστεύειν εἰς Θεὸν ὑμεῖς ἐδιδάξατε, οἱ ἀπὸ