1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

11

αὐτοῦ, ἵνα μέγα ποιῶν, μηδὲν μέγα δόξῃ ποιεῖν. Ὅταν μὲν γὰρ μὴ ᾖ φιλία, καὶ ὀνειδίζομεν τὰς εὐεργεσίας, καὶ τὰς μικρὰς ἐπαίρομεν· ὅταν δὲ φιλία ᾖ, καὶ κρύπτομεν αὐτὰς, καὶ τὰς μεγάλας μικρὰς βουλόμεθα δεικνύναι, ἵνα μὴ δόξωμεν ὀφειλέτην ἔχειν τὸν φίλον, ἀλλ' αὐτοὶ αὐτῷ ὀφειλέται εἶναι ἐν τῷ ὀφειλέτην ἔχειν αὐτόν. Οἶδα ὅτι οὐδὲ συνιᾶσιν οἱ πολλοὶ τὸ λεγόμενον· τὸ δὲ αἴτιον, περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ οὖν, εἰ περί τινος ἔλεγον φυτοῦ ἐν Ἰνδίᾳ τικτομένου, οὗ μηδεὶς μηδὲ πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν εἰ μυρία εἶπον· οὕτω καὶ νῦν ὅσα ἂν εἴπω, εἰκῆ ἐρῶ· οὐδεὶς γὰρ ἐπιστῆναι δυνήσεται. Ἐν οὐρανῷ πεφύτευται τοῦτο τὸ φυτὸν, κλάδους ἔχον οὐ μαργαρίτας βριθομένους, ἀλλὰ βίον ἐνάρετον πολλῷ τούτων ἡδίω. Ποίαν βούλει εἰπεῖν ἡδονήν; τὴν αἰσχράν; τὴν σεμνήν; Ἀλλὰ πάσας ὑπερβάλλει ἡ τῆς φιλίας, κἂν τὴν τοῦ μέλιτος εἴπῃς. Τοῦτο γὰρ προσκορὲς γίνεται· φίλος δὲ οὐδέποτε, ἕως ἂν ᾖ φίλος, ἀλλὰ μᾶλλον αὔξεται ἡ ἐπιθυ 62.406 μία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαμβάνει ἡδονή. Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος· πολλοὶ γοῦν μετὰ τὴν τῶν φίλων τελευτὴν οὐκ ηὔξαντο ζῆσαι λοιπόν. Μετὰ φίλου καὶ ὑπερορίαν τις ἡδέως ἂν ἐνέγκοι, χωρὶς δὲ φίλου οὐδὲ τὴν αὐτοῦ οἰκῆσαι ἕλοιτο ἄν· μετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον. Ὁ τοιοῦτος ἄλλον ἑαυτὸν ἔχει. Ἀποπνίγομαι ὅτι οὐ δύναμαι ἐπὶ παραδείγματος εἰπεῖν· ἦ γὰρ ἂν ἐγνώρισα ὅτι πολλῷ ἐλάττονα τοῦ δέοντος τὰ εἰρημένα. Καὶ ταῦτα μὲν ἐνταῦθα· παρὰ δὲ Θεοῦ τοσοῦτος μισθὸς τῆς φιλίας, ὅσος οὐδὲ ἔστιν εἰπεῖν. Μισθὸν ἡμῖν δίδωσιν, ἵνα φιλῶμεν ἀλλήλους· Φίλει γὰρ, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν πράγματος· Εὖξαι, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν, ὅτι αἰτοῦμεν τὰ ἀγαθά· Ὑπὲρ οὗ αἰτεῖς, φησὶ, λάβε μισθόν· νήστευσον, καὶ λάβε μισθόν· γενοῦ ἐνάρετος, καὶ λάβε μισθὸν, καίτοι μισθὸν ὀφείλων· ἀλλ' ὥσπερ οἱ πατέρες, ὅταν ἐναρέτους ποιήσωσι τοὺς παῖδας, τότε καὶ αὐτοῖς μισθὸν διδόασιν· ὀφειλέται γάρ εἰσιν, ὅτι αὐτοὺς ἐν ἡδονῇ κατέστησαν· οὕτω καὶ ὁ Θεὸς, Μισθὸν, φησὶ, λάβε, ἂν ἐνάρετος γένῃ· εὐφραίνεις γὰρ τὸν πατέρα, καὶ τούτου σοι ὀφείλω μισθόν· ἂν δὲ κακὸς, οὐκέτι· παροξύνεις γὰρ τὸν γεννήσαντα. Μὴ δὴ παροξύνωμεν τὸν Θεὸν, ἀλλ' εὐφραίνωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Γʹ. Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζό μενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκη ρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. αʹ. Τὸν διδάσκαλον οὐδὲν ἐπαχθὲς χρὴ λογίζεσθαι τῶν εἰς σωτηρίαν τῶν μαθητῶν συντεινόντων. Εἰ γὰρ ὁ μακάριος Ἰακὼβ νυκτὸς καὶ ἡμέρας κατεκόπτετο εἰς τὴν τῶν ποιμνίων φυλακὴν, πολλῷ μᾶλλον τὸν τὰς ψυχὰς ἐμπεπιστευμένον, κἂν ἐπίμοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα μόνον, τὴν σωτηρίαν τῶν μαθητευομένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινομένην τῷ Θεῷ. Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης, καὶ τοιαύτην τιμὴν ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους. Μνημονεύετε γὰρ,