1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

18

μὴ ἔλαττον ἔχει τοῦ ἐλεημοσύνην δόντος ἐκεῖνος ὁ μὴ δοὺς τότε; Μὴ γὰρ εἴπῃς, Οὐκ ἔχω χάριν, οὐκ ἐμῆς γνώμης τὸ πρᾶγμα ἦν· οὐκ εἰδότος οὐδὲ βουλομένου, ὁ λῃστὴς ἔλαβε· ποῖος ἔσται μοι μισθός; Οὐδὲ τοῦ Ἰὼβ εἰδότος, οὐδὲ βουλομένου, ταῦτα ἔλαβε· πῶς γάρ; ἀλλ' ὅμως ἤθλησεν. Ἔξεστι καὶ σοὶ τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά. Καὶ εἰκότως τοῦτον μᾶλλον θαυμάζομεν τὸν ἐπηρείας εὐχαρίστως φέροντα, ἢ τὸν ἑκόντα διδόντα. Τί δήποτε; Ὅτι ἐκεῖνος μὲν τοῖς ἐπαίνοις τρέφεται, καὶ τῷ συνειδότι καὶ χρηστὰς ἔχει τὰς ἐλπίδας· καὶ πρότερον γενναίως ἐνεγκὼν τὴν στέρησιν τῶν χρημάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεμένος ἀφῃρέθη βίᾳ. Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν κρατοῦντα ἀποστερηθῆναι. Ἂν ταῦτα εἴπῃς τὰ ῥήματα, λήψῃ πολ 62.414 λαπλασίονα, καὶ πλείονα ἢ ὁ Ἰώβ. Ἐκεῖνος μὲν γὰρ τὰ διπλασίονα ἐνταῦθα ἔλαβε· σοὶ δὲ ὁ Χριστὸς ἑκατονταπλασίονα ἐπηγγείλατο. Οὐκ ἐβλασφήμησας διὰ τὸν φόβον τοῦ Θεοῦ, ἐχρήσω μάντεσιν, εὐχαρίστησας κακῶς παθών; ὅμοιος εἶ τῷ καταπεφρονηκότι· καὶ γὰρ καὶ ταῦτα οὐ γίνεται, ἂν μὴ καταφρονήσῃς πρότερον. Οὐκ ἔστι δὲ ἴσον ἐν πολλῷ χρόνῳ μελετῆσαι καταφρονῆσαι τῶν χρημάτων, καὶ ἀθρόον ζημίαν συμβᾶσαν ἐνεγκεῖν. Οὕτω γίνεται κέρδος ἡ ζημία, καὶ οὐδὲν βλαβήσῃ, ἀλλὰ καὶ ὠφεληθήσῃ παρὰ τοῦ διαβόλου. ʹ. Πῶς δὲ καὶ ζημία γίνεται χαλεπή; Ὅταν τὴν ψυχὴν ζημιωθῇς. Εἰπὲ γάρ μοι, ἀπεστέρησέ σε χρημάτων ὁ κλέπτης; διὰ τί σὺ σαυτὸν ἀποστερεῖς σωτηρίας, διὰ τί ἀλγῶν ἐφ' οἷς παρ' ἑτέρων κακῶς ἔπαθες, αὐτὸς πλείοσι περιβάλλεις σαυτὸν κακοῖς; Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις μάλιστα καταβλάπτεις κακούργως· ἐκεῖνος ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ τὸν αἰώνιον πλοῦτον σαυτὸν ἀφαιρῇ. Ἐλύπησέ σε ὁ διάβολος ἀφελόμενος τὰ χρήματα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστήσας, καὶ μὴ εὐφράνῃς. Ἂν πρὸς μάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Καὶ ὅρα τί γίνεται· οὔτε αὐτὰ εὑρήσεις ἀπελθὼν πρὸς τοὺς μάντεις· οὐ γάρ ἐστιν ἐκείνων εἰδέναι· εἰ δέ που καὶ εἶπον ἐπιτυχόντες, καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν καταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς. Ὁ γὰρ δαίμων εἰδὼς ὅτι ζημίαν οὐ φέρεις, ἀλλ' ὑπὲρ τούτων καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήματα δίδωσιν, ἵνα ἀφορμὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι. Εἰ δὲ καὶ λέγοιεν οἱ μάντεις, μὴ θαυμάζετε· ἀσώματός ἐστιν ὁ δαίμων, πανταχοῦ περίεισιν· αὐτὸς αὐτοὺς ὁπλίζει τοὺς λῃστάς· οὐ γὰρ ἄνευ δαίμονος ταῦτα γίνεται. Εἰ τοίνυν ὁπλίζει τούτους, καὶ οἶδε καὶ ποῦ κατατίθενται· οὐκ ἀγνοεῖ τοὺς αὐτοῦ ὑπηρέτας. Οὐκ ἔστι δὲ θαυμαστὸν τοῦτο· ἂν ἴδῃ ἀλγοῦντά σε τῇ ζημίᾳ, καὶ ἑτέραν ἐπάγει· ἂν ἴδῃ καταγελῶντα καὶ καταφρονοῦντα, ἀποστήσεται ταύτης τῆς ὁδοῦ. Καθάπερ γὰρ ἡμεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεμεν ἐν οἷς λυποῦμεν αὐτούς· ἂν δὲ ἴδωμεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφιστάμεθα λοιπὸν, ὡς οὐκ ἔχοντες αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος. Τί λέγεις; οὐχ ὁρᾷς τοὺς ἐν τῇ θαλάσσῃ πλέοντας, πῶς οὐ φροντίζουσι χρημάτων, χειμῶνος γινομένου, ἀλλὰ καὶ τὰ ὄντα ῥίπτουσι; καὶ οὐδεὶς λέγει, Τί ποιεῖς, ἄνθρωπε; τῷ χειμῶνι συμπράττεις καὶ τῷ ναυαγίῳ; πρὶν ἤ σε τὸ κῦμα τὸν πλοῦτον ἀφέληται, σὺ ταῖς σαυτοῦ χερσὶ τοῦτο ποιεῖς; τί πρὸ τοῦ ναυαγίου ναυαγίῳ περιβάλλεις σαυτόν; Ἀλλὰ ταῦτα μὲν ἂν εἴποι ἄγροικος ἄνθρωπος, καὶ τῶν ἐν θαλάττῃ πειρασμῶν ἄπειρος· ὁ μέντοι ναυτικὸς, καὶ τί μὲν ἐργάζεται γαλήνην, τί δὲ ποιεῖ χειμῶνα ἀκριβῶς ἐπιστάμενος, καὶ καταγελάσεται τοῦ ταῦτα λέγοντος· ∆ιὰ γὰρ τοῦτο ῥίπτω, φησὶν, ἵνα μὴ κλυδὼν γένηται. Οὕτω καὶ ὁ ἔμπειρος τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ τῶν πειρασμῶν, ὅταν ἴδῃ τὸν χειμῶνα ἐπιστάντα, καὶ τὰ πνευματικὰ τῆς πονηρίας ναυάγιον ἐργάσασθαι βουλόμενα, καὶ τὰ