1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

21

πάντων τὴν μνήμην ἐκβάλλομεν· αὐτὸς δὲ οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν ὑπὲρ τῶν παίδων, ὡς καὶ ὃν μόνον εἶχε παραμυθίαν, τὸν Τιμόθεον καὶ κοινωνὸν καὶ συνεργὸν, τοῦτον ἐν αὐτοῖς τοῖς κινδύνοις πέμψαι πρὸς αὐτούς. Καὶ εἰς κενὸν, φησὶ, γένηται ὁ κόπος ἡμῶν. ∆ιὰ τί; εἰ γὰρ καὶ παρετράπησαν, οὐ παρὰ τὴν σὴν αἰτίαν, οὐ παρὰ τὴν σὴν ῥᾳθυμίαν. Ἀλλ' ὅμως καὶ τούτων ὄντων, κεκενῶσθαί μοι τὸν κόπον νομίζω ἀπὸ τῆς πολλῆς φιλαδελφίας. Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων. Πειράζει δὲ οὐκ εἰδὼς εἰ καταβαλεῖ. Εἶτ' ἐκεῖνος μὲν καὶ ὡς οὐκ εἰδὼς ἐπέρχεται, ἡμεῖς δὲ εἰδότες ὅτι σφόδρα αὐτοῦ περιεσόμεθα, οὐ νήφομεν; Ὅτι δὲ οὐκ εἰδὼς ἡμῖν προσβάλλει, ἐπὶ τοῦ Ἰὼβ ἐδήλωσεν. Ἔλεγε γὰρ πρὸς τὸν Θεὸν ὁ πονηρὸς ἐκεῖνος δαίμων· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω; Περίελε αὐτοῦ τὰ ὑπάρχοντα· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Πειράζει. Ἂν ἴδῃ τι ἀσθενὲς, ἐπεχείρησεν· ἂν ἰσχυρὸν, ἀπέστη. Καὶ εἰς κενὸν, φησὶ, γένηται ὁ κόπος ἡμῶν. Ἀκούσωμεν ἅπαντες, πῶς ἔκαμνεν ὁ Παῦλος. Οὐκ εἶπεν, ἔργον, ἀλλ' Ὁ κόπος· οὐκ εἶπε, καὶ ὑμεῖς ἀπολεῖσθε, ἀλλ', Ὁ κόπος ἡμῶν. Ὥστε εἰ καὶ συνέβη τι, εἰκὸς ἐγίνετο· ἐπειδὴ δὲ οὐ συνέβη, πολὺ τὸ θαῦμα. Ταῦτα μὲν προσεδοκήσαμεν, φησὶν, ἐξέβη δὲ τὰ ἐναντία· οὐ γὰρ μόνον προσθήκην θλίψεως οὐδεμίαν παρ' ὑμῶν ἐλάβομεν, ἀλλὰ καὶ παράκλησιν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν, καὶ τὴν ἀγάπην ὑμῶν. Καὶ εὐαγγελισαμένου, φησίν. Ὁρᾷς τὴν περιχάρειαν Παύλου; Οὐκ εἶπεν, ἀπαγγείλαντος, ἀλλ', Εὐαγγελισαμένου· τοσοῦτον ἀγαθὸν ἡγεῖτο τὴν ἐκείνων βεβαίωσιν καὶ τὴν ἀγάπην. Ἀνάγκη γὰρ ἐκείνης βεβαίας μενούσης καὶ ταύτην ἐστηρίχθαι. Καὶ τῇ ἀγάπῃ δὲ αὐτῶν ἔχαιρεν, ὅτι σημεῖον τῆς πίστεως ἦν, Καὶ ὅτι ἔχετε, φησὶ, μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς 62.418 ὑμᾶς. Τουτέστι μετὰ ἐπαίνων. Οὐχ ὅτε παρῆμεν, οὐδ' ὅτε ἐθαυματουργοῦμεν, ἀλλὰ καὶ νῦν, ὅτε πόῤῥω ἐσμὲν, καὶ μαστιζόμεθα, καὶ μυρία πάσχομεν δεινὰ, μνείαν ἡμῶν ἀγαθὴν ἔχετε. Ἀκούσατε πῶς θαυμάζονται μαθηταὶ μνείαν ἀγαθὴν περὶ διδασκάλων ἔχοντες, πῶς μακαρίζονται. Μιμώμεθα τούτους· ἡμᾶς γὰρ αὐτοὺς ὠφελοῦμεν, οὐ τοὺς ἀγαπωμένους. Ἐπιποθοῦντες ἡμᾶς, φησὶν, ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς. Καὶ τοῦτο δὲ αὐτοὺς εὔφρανε. Τὸ γὰρ μαθεῖν τὸν φιλοῦντα, ὅτι τοῦτο οἶδεν ὁ φιλούμενος, ὅτι φιλεῖται, πολλὴ παραμυθία καὶ παράκλησις. ∆ιὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Τί Παύλου ἴσον γένοιτ' ἂν, ὃς τὴν τῶν πλησίον σωτηρίαν ἐνόμιζεν εἶναι τὴν ἑαυτοῦ, καθάπερ σῶμα πρὸς μέλη, οὕτω πρὸς πάντας διακείμενος; τίς δυνήσεται ταύτην ῥῆξαι τὴν φωνὴν νῦν; μᾶλλον δὲ τίς δυνήσεται οὕτω φρονῆσαί ποτε; Οὐκ ἠξίου χάριν αὐτοὺς εἰδέναι αὐτῷ τῶν πειρασμῶν τῶν ὑπὲρ αὐτῶν, ἀλλὰ χάριν αὐτοῖς ᾔδει, ὅτι οὐκ ἐσαλεύθησαν διὰ τοὺς πειρασμοὺς τοὺς αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Ὑμῖν μᾶλλον, ἢ ἡμῖν ἀπὸ τῶν πειρασμῶν ἐγένετο βλάβη· ὑμεῖς ἐπειράσθητε μᾶλλον ἢ ἡμεῖς, ὑμεῖς οἱ μηδὲν παθόντες, ἡμῶν τῶν παθόντων. Ἐπειδὴ ταῦτα, φησὶν, εὐηγγελίσατο ἡμᾶς ὁ Τιμόθεος, οὐδὲν αἰσθανόμεθα τῶν λυπηρῶν, ἀλλὰ, Παρεκλήθημεν ἐπὶ πάσῃ τῇ θλίψει· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ Τῇ ἀνάγκῃ ἡμῶν, φησίν· εἰκότως. ∆ιδασκάλου γὰρ ἀγαθοῦ οὐδὲν ἂν ἅψαιτο λοιπὸν, ἕως ἂν τὰ τῶν μαθητῶν κατὰ γνώμην αὐτῷ προχωρῇ. ∆ι' ὑμῶν, φησὶ, παρεκλήθημεν· τουτέστιν, ὑμεῖς ἡμᾶς ἐστερεώσατε. Καὶ μὴν τοὐναντίον ἦν· τὸ γὰρ παθόντας μὴ ἐνδοῦναι, ἀλλὰ στῆναι γενναίως, ἱκανὸν τοὺς μαθητὰς στηρίξαι. Ἀλλ' αὐτὸς ἅπαν τοὐναντίον ποιεῖ, καὶ εἰς ἐκείνους περιτρέπει τὸ ἐγκώμιον· ὑμεῖς ἡμᾶς ἠλείψατε, φησίν· ὑμεῖς ἡμῖν ἀναπνεῦσαι δεδώκατε· ὑμεῖς οὐκ ἀφήκατε τῶν πειρασμῶν αἰσθέσθαι. Καὶ οὐκ εἶπεν, ἀνεπνεύσαμεν, οὐδὲ, παρεμυθήθημεν· ἀλλὰ τί; Νῦν ζῶμεν·