1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

26

ὑπερβαίνειν τὰς ἐντολὰς καὶ τὰ διατάγματα· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ' ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν. Καθάπερ γὰρ τὴν γῆν οὐ τὰ καταβληθέντα δεῖ φέρειν μόνον· οὕτω καὶ τὴν ψυχὴν οὐ μέχρις ἐκείνων ἵστασθαι τῶν καταβληθέντων, ἀλλὰ καὶ ὑπερβαίνειν. Ὁρᾷς ὅτι εἰκότως εἶπεν, ὑπερβαίνειν; Εἰς δύο γὰρ ταῦτα ἀρετὴ διῄρηται, εἰς τὸ ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν. Οὐ γὰρ ἀρκεῖ τῶν κακῶν ἡ ἀναχώρησις εἰς τὴν τῆς ἀρετῆς προσαγωγὴν, ἀλλ' ὁδὸς μέν τίς ἐστι καὶ ἀρχὴ ἐκεῖ φέρουσα, δεῖ δὲ πολλῆς ἡμῖν τῆς προθυμίας. Τὰ μὲν οὖν φευκτέα ἐν τάξει παραγγελίας αὐτοῖς λέγει, εἰκότως· ταῦτα γὰρ πραττόμενα μὲν φέρει κόλασιν, μὴ πραττόμενα δὲ, οὐδὲ ἐγκώμιον. Τὰ μέντοι τῆς ἀρετῆς, οἷον τὸ κενῶσαι τὰ χρήματα, καὶ ὅσα τοιαῦτα, οὐκέτι ἐν παραγγελίας τάξει φησίν· ἀλλὰ τί; Ὁ δυνάμενος χωρεῖν χωρείτω. Εἰκὸς οὖν αὐτὸν ἃ μετὰ πολλοῦ φόβου καὶ τρόμου ἦν παρηγγελκὼς αὐτοῖς, καὶ ἀναμιμνήσκειν διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. ∆ιόπερ οὐ τίθησιν αὐτὰ, ἀλλ' αὐτοὺς ἀναμιμνήσκει. Οἴδατε γὰρ, φησὶ, τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Καὶ θέα πῶς οὐδαμοῦ περὶ ἄλλου τινὸς οὕτω σφοδρῶς αἰνίττεται, ὡς περὶ τούτου· καθάπερ καὶ ἀλλαχοῦ γράφων, φησίν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τί θαυμάζεις, εἰ τοῖς μαθηταῖς πανταχοῦ περὶ τούτου γράφει, ὅπου γε καὶ Τιμοθέῳ γράφων ἔλεγε· Σαυτὸν ἁγνὸν τήρει; Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τῇ πρὸς Κορινθίους γράφων ἔλεγεν· Ἐν ὑπομονῇ πολλῇ, ἐν 62.424 νηστείαις, ἐν ἁγνότητι. Καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο, καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς. Ὄντως γὰρ πᾶσι τοῦτο λυμαίνεται τὸ κακόν· καὶ καθάπερ χοῖρος βορβόρου πεπληρωμένος, οὗ ἂν εἰσέλθῃ, δυσωδίας ἐνέπλησεν ἅπαντα, καὶ τὰς αἰσθήσεις ἐπλήρωσε κόπρου, οὕτω καὶ ἡ πορνεία· δυσέκνιπτον γάρ ἐστι τὸ κακόν. Ὅταν δέ τινες καὶ γυναῖκας ἔχοντες τοῦτο πράττωσι, πόση τῆς ἀτοπίας ἡ ὑπερβολή; Τοῦτο γάρ ἐστι, φησὶ, θέλημα Θεοῦ ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. Πολλὰ γὰρ εἴδη ἀταξίας, πολύτροποι καὶ ποικίλαι τῆς ἀσελγείας αἱ ἡδοναὶ, ἃς οὐδὲ εἰπεῖν ἀνεκτόν. Εἰπὼν δὲ, Ἀπὸ πάσης πορνείας, καταλιμπάνει τοῖς εἰδόσιν. Εἰδέναι ἕνα ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ. Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Εἰδέναι, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι. Ἄρα μαθήσεώς ἐστι τὸ πρᾶγμα καὶ πολλῆς, ὥστε μὴ ἀσελγαίνειν. Ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν μένῃ καθαρὸν καὶ ἔστιν ἐν ἁγιασμῷ· ὅταν δὲ ἀκάθαρτον, ἁμαρτία· εἰκότως. Οὐ γὰρ ἃ βουλόμεθα πράττει λοιπὸν, ἀλλ' ἃ ἐκείνη ἐπιτάττει· Μὴ ἐν πάθει ἐπιθυμίας, φησίν. Ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον, καθ' ὃν χρὴ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυμίας ἐκκόπτειν. Καὶ γὰρ καὶ τρυφὴ, καὶ πλοῦτος, καὶ ῥᾳθυμία, καὶ ἀργία, καὶ σχολὴ, καὶ ἅπαντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον. Καθάπερ, φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν. βʹ. Καλῶς εἶπε, Μὴ ὑπερβαίνειν· καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν. Ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ λῃστεία καὶ πλεονεξία· μᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα. Οὐ γὰρ οὕτως ἀλγοῦμεν, τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου. Ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς, καὶ ἐν οἷς οὐ χρή; Ἐνταῦθα περὶ μοιχείας φησίν· ἀνωτέρω δὲ καὶ περὶ πορνείας πάσης. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν μὴ ὑπερβαίνειν μηδὲ πλεονεκτεῖν τὸν ἀδελφὸν, προλαβὼν μὴ νομίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν