1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

28

Ἐπειδὴ γὰρ ἔτι νέοις οὖσιν ἐνοχλεῖ τὰ τῶν ἐπιθυμιῶν, τὸν μὲν πρὸ τοῦ γάμου χρόνον παραινέσεσιν, ἀπειλαῖς, φόβοις, ἐπαγγελίαις, μυρίοις ἑτέροις αὐτοὺς κατέχετε· κατὰ δὲ τὸν τοῦ γάμου καιρὸν, μηδεὶς ἀναβαλλέσθω (ἰδοὺ νυμφευτρίας φθέγγομαι ῥήματα) ἁρμόζειν ὑμῖν τοὺς παῖδας. Ἀλλ' οὐκ αἰσχύνομαι ταῦτα λέγων· ἐπειδὴ μηδὲ Παῦλος ᾐσχύνθη λέγων, Μὴ ἀποστερεῖτε ἀλλήλους, ὃ τούτου δοκεῖ αἰσχυντηρότερον εἶναι· ἀλλ' οὐκ ᾐσχύνθη. Οὐ γὰρ τοῖς ῥήμασι προσεῖχεν, ἀλλὰ τοῖς ἔργοις τοῖς ἀπὸ τῶν ῥημάτων κατορθουμένοις. Ὅταν οὖν ὁ παῖς αὐξηθῇ, πρὸ στρατείας, πρὸ τοῦ βίου τοῦ ἄλλου, τὰ περὶ τοῦ γάμου φρόντιζε. Κἂν ἐκεῖνος ἴδῃ ὅτι ταχέως αὐτῷ τὴν νύμφην ἄγεις, καὶ ὅτι βραχὺς ὁ καιρὸς ὁ ἐν μέσῳ, δυνήσεται διακαρτερῆσαι τὴν φλόγα· ἂν δὲ ἐννοήσῃ ὅτι ῥᾳθυμεῖς σὺ καὶ βραδύνεις καὶ περιμένεις, τότε προσόδους κτήσεται πολλὰς, καὶ τότε αὐτῷ τοὺς γάμους ποιήσεις, ἀπογνοὺς πρὸς τὸ μακρὸν τοῦ χρόνου ταχέως ὀλισθήσει πρὸς πορνείαν. Ἀλλ' οἴμοι! ἡ ῥίζα τῶν κακῶν καὶ ἐνταῦθα ἡ φιλαργυρία. Ἐπειδὴ γὰρ οὐδενὶ μέλει πῶς σώφρων, πῶς ἐπιεικὴς ὁ παῖς γένηται, ἀλλὰ μεμήνασι πρὸς τὸν χρυσὸν ἅπαντες, τούτου ἕνεκεν οὐδεὶς ταύτην ποιεῖται τὴν σπουδήν. ∆ιὸ παρακαλῶ πρῶτον αὐτῶν τὰς ψυχὰς ῥυθμίζειν. Ἂν γὰρ ἁγνῇ τῇ νύμφῃ προσέλθῃ, ἂν ἐκείνης μόνον ἴδῃ τὸ σῶμα, καὶ ὁ πόθος ἔσται σφοδρὸς, καὶ ὁ τοῦ Θεοῦ φόβος μείζων, καὶ τίμιος ὁ γάμος ὄντως, καθαρὰ καὶ ἀμίαντα σώματα δεχόμενος, καὶ τὰ τικτόμενα πολλῆς εὐλογίας ἔσται μεστὰ, καὶ ἀλλήλοις εἴξουσιν, ὅ τε νυμφίος καὶ ἡ νύμφη· ἑτέρων γὰρ ἠθῶν ὄντες ἑκάτεροι ἄπειροι, ἀλλήλοις ὑποταγήσονται. Νεώτερος δὲ ἀρχόμενος ἀσελγαίνειν, καὶ πορνικῶν ἠθῶν πεῖραν λαβὼν, μέχρι μὲν τῆς πρώτης ἑσπέρας καὶ τῆς δευτέρας ἐπαινέσεται τὴν αὐτοῦ γυναῖκα· μετὰ δὲ ταῦτα ταχέως πρὸς ἐκείνην ἐξολισθήσει τὴν ἀσέλγειαν, τὸν ἐκκεχυμένον καὶ ἄτακτον γέλωτα, ζητῶν τὰ πολλῆς ἀνελευθερίας γέμοντα ῥήματα, τὰ σχήματα τὰ διακεκλασμένα, τὴν ἄλλην ἀσχημοσύνην πᾶσαν, ἣν ἡμᾶς οὐκ ἀνεκτὸν εἰπεῖν. Ταῦτα δὲ ἡ ἐλευθέρα παρέχειν οὐκ ἀνέχεται, οὐδὲ καταῤῥυπαίνειν ἑαυτήν. Ἐπὶ κοινωνίᾳ γὰρ βίου καὶ παιδοποιίᾳ κατηγγυήθη τῷ ἀνδρὶ, οὐκ ἐπὶ ἀσχημοσύνῃ καὶ γέλωτι· ἵνα οἰκουρῇ, ἵνα παιδεύῃ κἀκεῖνον εἶναι σεμνὸν, οὐχ ἵνα αὐτῷ ὑπεκκαύματα παρέχῃ πορνείας. Ἀλλ' ἡδέα σοι φαίνεται τὰ τῆς πόρνης σχήματα; Οἶδα κἀγώ· καὶ γὰρ ἡ Γραφὴ τοῦτό φησι· Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ποιῶ, ὥστε μὴ τοῦ μέλιτος ἐκείνου πεῖραν λαβεῖν· εἰς γὰρ χολὴν εὐθέως τρέπεται. Καὶ τοῦτο αὐτό φησι καὶ ἡ Γραφή· Ἥτις πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. 62.427 Τί λέγεις; Ἀνάσχεσθέ μού τι καὶ ἀκάθαρτον, ὡς εἰπεῖν, φθεγγομένου, καὶ ἀπαναισχυντοῦντος, καὶ ἀπερυθριῶντος· οὐ γὰρ ἑκὼν τοῦτο πάσχω, ἀλλὰ διὰ τοὺς οὐκ αἰσχυνομένους τὰ πράγματα, τὰ ῥήματα αὐτὸς ἀναγκάζομαι λέγειν. Πολλὰ δὲ καὶ ἐν ταῖς Γραφαῖς ὁρῶμεν τοιαῦτα. Καὶ γὰρ καὶ ὁ Ἰεζεκιὴλ ὀνειδίζων τὴν Ἱερουσαλὴμ, πολλὰ τοιαῦτα φθέγγεται, καὶ οὐκ αἰσχύνεται· καὶ εἰκότως· οὐ γὰρ ἐξ οἰκείου πάθους αὐτὰ ἔλεγεν, ἀλλ' ἀπὸ κηδεμονίας. Κἂν γὰρ τὰ ῥήματα δοκῇ εἶναι ἀπρεπῆ, ἀλλ' ὁ σκοπὸς οὐκ ἀπρεπὴς, ἀλλὰ καὶ σφόδρα ἁρμόζων τῷ βουλομένῳ ἀκαθαρσίαν ἐκβαλεῖν ψυχῆς· ἂν γὰρ μὴ αὐτὰ τὰ ῥήματα ἀκούσῃ ἡ ἀναίσχυντος ψυχὴ, οὐκ ἐντρέπεται. Καὶ γὰρ ἰατρὸς βουλόμενος σηπεδόνα ἐκβαλεῖν, πρότερον τοὺς δακτύλους εἰς τὸ τραῦμα καθίησι, κἂν μὴ πρότερον μολύνῃ τὰς ἰωμένας χεῖρας, ἰάσασθαι οὐ δυνήσεται. Οὕτω κἀγὼ, ἂν μὴ πρότερον τὸ στόμα μολύνω τὸ ἰώμενον ὑμῶν τὰ πάθη, οὐ δυνήσομαι ὑμᾶς ἰάσασθαι. Μᾶλλον δὲ οὐδὲ τοῦτο μολύνεται, οὔτε ἐκεῖναι αἱ χεῖρες. Τί δήποτε; Ὅτι οὐκ ἔστιν ἡ ἀκαθαρσία φυσικὴ, οὐδὲ ἐκ τοῦ ἡμετέρου σώματος, ὥσπερ οὐδὲ ἐκεῖ ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλ' ἐξ ἀλλοτρίων. Εἰ δὲ