1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

32

διὰ ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν μεταξὺ χωρισμόν· πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ, πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν· οἱ δεδοικότες πρότερον τῶν οἰκετῶν, καταφρονοῦσι νῦν, ἐπεμβαίνουσι· εἴ τις εὐηργέτηται, τῆς εὐεργεσίας ἐπιλέλησται τῆς ἐκείνου· εἴ τις κακῶς ἔπαθε παρ' αὐτοῦ, τῷ ἀπελθόντι μνησικακῶν εἰς ἐμὲ τὴν ὀργὴν ἀφίησι. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι· διὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Πῶς οὖν τὰς τοιαύτας παραμυθησόμεθα; τί ἐροῦμεν; πῶς αὐτῶν τὴν ὀδύνην ἀποκρουσόμεθα; Πρῶτον αὐτὰς διελέγξαι πειράσομαι, ὅτι οὐ τούτων ἐστὶν ὁ θρῆνος τῶν ῥημάτων, ἀλλὰ πάθους ἀλογίστου. Εἰ γὰρ ταῦτα πενθεῖς, ἐχρῆν διαπαντὸς πενθεῖν τὸν ἀπελθόντα· εἰ δὲ ἐνιαυτοῦ παρελθόντος ἐπιλέλησαι, ὡς οὐδὲ γενομένου τινὸς, οὐ τὸν ἀπελθόντα θρηνεῖς, οὐδὲ τὴν προστασίαν. Ἀλλὰ τὸν χωρισμὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν; Τί δ' ἂν εἴποιεν αἱ καὶ δευτέροις ὁμιλοῦσαι γάμοις; Σφόδρα γε· οὐ γὰρ τοὺς προτέρους ἐπιζητοῦσιν. Ἀλλὰ μὴ πρὸς ταύτας τὸν λόγον ἀποτείνωμεν, ἀλλὰ πρὸς τὰς τοῖς ἀπελθοῦσιν εὔνοιαν φυλαττούσας. ∆ιὰ τί πενθεῖς τὸ παιδίον; διὰ τί τὸν ἄνδρα; Τοῦ μὲν, ἐπειδὴ οὐκ ἀπέλαυσα, φησί· τοῦ δὲ, ἐπειδὴ προσεδόκησα ἐπιπλέον ἀπολαύσεσθαι. Τοῦτο δὲ αὐτὸ ὅσης ἀπιστίας τὸ νομίζειν, ὅτι ὁ ἀνὴρ ἢ τὸ παιδίον ἐν ἀσφαλείᾳ σε καθίστη, ἀλλ' οὐχ ὁ Θεός; πῶς οὐκ οἴει παροξύνειν αὐτόν; ∆ιὰ γὰρ τοῦτο αὐτοὺς λαμβάνει πολλάκις, ἵνα μὴ οὕτως αὐτοῖς ᾖ προσδεδεμένη, ὥστε ἀπ' ἐκείνων τὴν ἐλπίδα ἀπαγαγεῖν. Θεὸς γάρ ἐστι ζηλωτὴς, καὶ πάντων μάλιστα βούλεται παρ' ἡμῶν φιλεῖσθαι, καὶ τοῦτο, ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ. Ἴστε γὰρ ὅτι τοῦτο τῶν μανικῶς φιλούντων τὸ ἔθος· σφόδρα εἰσὶ ζηλότυποι, καὶ αἱροῖντο ἂν τὴν ψυχὴν προέσθαι, ἢ παρευδοκιμηθῆναι ὑπό τινος τῶν ἀντεραστῶν. ∆ιὰ ταῦτα καὶ ὁ Θεὸς αὐτὸν ἔλαβε, διὰ ταῦτα τὰ ῥήματα. γʹ. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸ παλαιὸν οὐκ ἐγίνοντο χηρεῖαι, οὐδὲ ὀρφανίαι ἄωροι; διὰ τί τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ ἀφῆκε πολὺν ζῆσαι χρόνον; Πάντως ὅτι καὶ ζῶντος αὐτοῦ, προετίμα τὸν Θεόν. Εἶπε γοῦν. Σφάξον· καὶ ἔσφαξε. ∆ιὰ τί τὴν Σάῤῥαν ἐπὶ τοσοῦτον ἤγαγε γῆρας; Ὅτι καὶ ζώσης αὐτῆς τοῦ Θεοῦ μᾶλλον ἤκουεν, ἢ αὐτῆς. ∆ιὰ τοῦτο ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Ἄκουσον Σάῤῥας τῆς γυναικός σου. Οὔτε δι' ἀνδρὸς φιλίαν, οὔτε διὰ γυναικὸς, οὔτε διὰ παιδὸς προστασίαν παρώργιζέ τις τότε τὸν Θεόν. Νῦν δὲ ἐπειδὴ κατωφερεῖς ἐσμεν, καὶ 62.432 σφόδρα καταπεπτώκαμεν, καὶ ἄνδρες γυναῖκας τοῦ Θεοῦ πλέον φιλοῦμεν, καὶ γυναῖκες ἄνδρας τοῦ Θεοῦ πλέον προτιμῶμεν, τούτου χάριν καὶ ἄκοντας ἡμᾶς εἰς πόθον ἕλκει τὸν αὐτοῦ. Μὴ φίλει τὸν ἄνδρα τοῦ Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ· μᾶλλον δὲ κἂν συμβῇ, οὐ λήψῃ τὴν αἴσθησιν. ∆ιὰ τί; Ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα ἀθάνατον. Εἰ μᾶλλον τὸν Θεὸν φιλεῖς, μὴ πένθει· ὁ γὰρ μᾶλλον φιλούμενος, ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον φιλουμένου λαβεῖν αἴσθησιν· Ἐπὶ ὑποδείγματός σοι τοῦτο ποιήσω φανερόν. Εἰπέ μοι, εἰ ἄνδρα ἔχεις κατὰ γνώμην σοι πάντα πράττοντα, εὐδοκιμοῦντα, καὶ ποιοῦντά σε λαμπρὰν πανταχοῦ, καὶ ἀκαταφρόνητον, εὐδοκιμοῦντα παρὰ πᾶσι, συνετὸν, σοφὸν, φιλοῦντά σε, μακαριζομένη δι' αὐτὸν, καὶ μετὰ τούτου τέκῃς καὶ παιδίον, εἶτα πρὶν ἢ εἰς ὥραν ἐλθεῖν ἡλικίας ἀπέλθοι τοῦτο, ἆρα αἰσθήσῃ τοῦ πένθους; Οὐδαμῶς· ὁ γὰρ μᾶλλον φιλούμενος ἐκεῖνο ἀποκρύπτει. Καὶ νῦν τὸν Θεὸν ἂν πλέον φιλῇς τοῦ ἀνδρὸς, μάλιστα μὲν οὐ ταχέως αὐτὸν λήψεται· εἰ δὲ ἄρα καὶ λάβοι, οὐχ ἕξεις αἴσθησιν τοῦ πένθους. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Ἰὼβ οὐδὲν ἔπασχε δεινὸν, τῶν παίδων ἀθρόον τὸν θάνατον ἀκούσας, ἐπειδὴ τὸν Θεὸν ἐφίλει πλέον αὐτῶν. Τοῦ τοίνυν φιλουμένου ζῶντος, οὐδὲν ἔμελλεν ἐκεῖνα λυπήσειν αὐτόν. Τί λέγεις, ὦ γύναι; ὁ ἀνὴρ καὶ ὁ παῖς προΐστατό σου, ὁ δὲ Θεὸς οὐ φείδεταί σου; αὐτὸν δὴ ἐκεῖνον τίς σοι ἔδωκεν; οὐχὶ αὐτός; σὲ δὲ τίς