1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

36

Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ. Ἐνταῦθα τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρέστησε. βʹ. Καὶ ἐπειδὴ τὸ πρᾶγμα δοκεῖ δύσκολον εἶναι, δείκνυσιν αὐτὸς ὅτι ὥσπερ ἐστὶν εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας. Τὸ δὲ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ δὴ ἔμελλεν αὐτὸς μέχρι τῆς ἀναστάσεως μένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει. ∆ιὰ τοῦτο προσέθηκεν, Οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὡς ἂν εἰ ἔλεγε· Μὴ νομίσῃς ἐργωδίαν εἶναί τινα, ἀκούων ὅτι οἱ ζῶντες τότε τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας οὐ μὴ προλάβωσι· Θεός ἐστιν ὁ ποιῶν. Ἀλλ' ὥσπερ εὔκολον αὐτῷ ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυμένους. Ἀλλ' εἰσί τινες, οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι. Τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἢ διαλυθέντα ἀναστῆσαι πάλιν; Ἀλλὰ τί φασιν; Ὁ δεῖνα, φησὶ, ναυάγιον ὑπέστη, καὶ κατεποντίσθη, καὶ πεσόντα αὐτὸν ἰχθύες ἐδέξαντο πολλοὶ καὶ τῶν ἰχθύων ἕκαστος μέλος ἔφαγεν. Εἶτ' αὐτῶν δὴ τούτων ὁ μὲν ἐν τῷδε τῷ κόλπῳ, ὁ δὲ ἐν τῷδε συνελήφθη, καὶ ἐβρώθη ὑφ' ἑτέρου, καὶ οὗτος ὑπὸ ἄλλου. Καὶ οὗτοι πάλιν ἐν ἄλλοις χωρίοις ἀπέθανον οἱ τοὺς ἰχθῦς φαγόντες τοὺς τὸν ἄνδρα καταφαγόντας, καὶ αὐτοὶ ἴσως ὑπὸ θηρίων. Τοσαύτης δὲ τῆς συγχύσεως γενομένης καὶ διασπορᾶς, πῶς πάλιν ἀναστήσεται ὁ ἀνήρ; τίς ὁ τὸν χοῦν συνάγων; ∆ιὰ τί γὰρ τοῦτο λέγεις, ἄνθρωπε, καὶ ὁρμαθοὺς λήρων ὑφαίνεις, καὶ ὡς ἄπορον τιθεῖς; Εἰπὲ γάρ μοι, ἂν μὴ εἰς θάλατταν καταπέσῃ, ἂν γὰρ μὴ ἰχθὺς φάγῃ, μηδὲ βρωθῇ πάλιν ὁ ἰχθὺς ὑπὸ μυρίων ἀνθρώπων, ἀλλὰ κηδευθεὶς ἐν λάρνακι ὁ ἀνὴρ τεθῇ, καὶ μήτε σκώληκες, μήτε ἄλλο τι διενοχλήσῃ, πῶς ἀναστήσεται τὸ διαλυθέν; πῶς ἡ κόνις καὶ ἡ τέφρα συγκολληθήσεται, πόθεν τὸ ἄνθος λοιπὸν ἔσται τοῦ σώματος; τοῦτο δὲ οὐκ ἄπορον; Ἂν μὲν οὖν Ἕλληνες ὦσιν οἱ ταῦτα διαποροῦντες, πρὸς αὐτοὺς μυρία ἐροῦμεν. Τί δήποτε; εἰσὶ γὰρ παρ' αὐτοῖς οἱ τὰς ψυχὰς καὶ εἰς φυτὰ καὶ εἰς θάμνους ἄγοντες καὶ εἰς κύνας· εἰπέ μοι, τί εὐκολώτερον, τὸ οἰκεῖον 62.437 σῶμα ἀναλαβεῖν, ἢ τὸ ἀλλότριον; Ἄλλοι πάλιν φασὶν ὑπὸ πυρὸς ἀναλίσκεσθαι, καὶ ἱματίων ἀνάστασιν γίνεσθαι καὶ ὑποδημάτων, καὶ οὐ καταγελῶνται· ἕτεροι ἀτόμους εἰσάγουσιν. Ἀλλὰ πρὸς ἐκείνους οὐδεὶς ἡμῖν λόγος· πρὸς δὲ τοὺς πιστοὺς, εἴ γε πιστοὺς δεῖ καλεῖν, τοὺς ἐρωτῶντας, ὅμως ἐροῦμεν τὸ ἀποστολικὸν, ὅτι πᾶσα ἡ ζωὴ ἀπὸ φθορᾶς γίνεται, πάντα φυτὰ, πάντα σπέρματα. Οὐχ ὁρᾷς τὴν συκῆν ἡλίκον μὲν ἔχει κορμὸν, ἡλίκα δὲ στελέχη; φύλλα δὲ πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχούσας καὶ ἐγκεκολπισμένας; Αὕτη τοίνυν ἡ τηλικαύτη καὶ τοιαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβληθείσης, καὶ αὐτῆς διαφθαρείσης πρῶτον· κἂν μὴ σαπῇ καὶ διαλυθῇ, οὐδὲν τούτων ἔσται. Εἰπέ μοι, πόθεν τοῦτο γίνεται; Καὶ ἡ ἄμπελος δὲ ἡ οὕτω καλὴ καὶ ἰδεῖν καὶ μετέχειν, ἀπὸ τοῦ εἰδεχθοῦς γίνεται ἐκείνου. Τί δὲ, εἰπέ μοι, οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον; καὶ πῶς εἰς τοσαῦτα μεταβάλλεται; Τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον. Ἐκεῖ μὲν γὰρ καὶ τὸ αὐτὸ σπέρμα, καὶ τὸ αὐτὸ ὑπόκειται φυτὸν, καὶ ἡ συγγένεια πολλή· ἐνταῦθα δὲ εἰπέ μοι πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν, εἰς τοσαῦτα τρέπεται; Ἐν ἀμπέλῳ γίνεται οἶνος, οὐχὶ οἶνος μόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός· καὶ γὰρ οὐχ ὁ βότρυς μόνον, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς ἀμπέλου αὐτῷ τρέφεται· πάλιν ἐν ἐλαίᾳ ἔλαιον, καὶ τὰ ἄλλα, ὅσα οὐκ ἔστιν εἰπεῖν. Καὶ τὸ θαυμαστὸν, ἐνταῦθα ὑγρὸν, ἐκεῖ ξηρὸν, ἐνταῦθα γλυκὺ, ἐκεῖ ὀξὺ, ἐκεῖ στῦφον, ἑτέρωθι πικρόν. Πῶς, εἰπέ μοι, τρέπεται εἰς τοσαῦτα; εἰπὲ τὸν λόγον· ἀλλ' οὐκ ἂν ἔχοις. Ἐπὶ δὲ σοῦ αὐτοῦ, εἰπέ μοι (ἐγγύτερον γὰρ), τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον πῶς εἰς ὀφθαλμοὺς, πῶς εἰς ὦτα, πῶς εἰς χεῖρας, πῶς εἰς καρδίαν, πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διατυποῦται; οὐχὶ μυρίαι διαφοραὶ ἐν τῷ σώματι, σχημάτων, μεγεθῶν,