1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

38

χρεία; Πῶς ἡ γῆ τίκτει; πῶς ὠδίνει, εἰπέ μοι; Ἀλλ' οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Παιδεύθητι, ὦ ἄνθρωπε, ἐν τοῖς κάτω καὶ τοῖς ἐνταῦθα, καὶ μὴ περιεργάζου μηδὲ πολυπραγμόνει τὸν οὐρανὸν, καὶ εἴθε τὸν οὐρανὸν, καὶ μὴ τοῦ οὐρανοῦ τὸν ∆εσπότην. Τὴν γῆν οὐκ οἶδας, εἰπέ μοι, ἀφ' ἧς ἐτέχθης, ἐν ᾗ ἐτράφης, ἣν οἰκεῖς, ἣν πατεῖς, ἧς ἄνευ οὐδὲ ἀναπνεῦσαι δύνασαι, καὶ τὰ τοσοῦτον ἀφεστηκότα πολυπραγμονεῖς; Ὄντως ἄνθρωπος ματαιότης ἐστί. Κἂν μέν τίς σε εἰς βυθὸν κελεύῃ καταβαίνειν, καὶ ἐξιχνεύειν τὰ ἐν τῷ πυθμένι τῆς θαλάσσης, οὐκ ἀνέξῃ τοῦ ἐπιτάγματος· οὐδενὸς δὲ ἀναγκάζοντος, αὐτὸς τὴν ἀνεξιχνίαστον ἄβυσσον βούλει καταλαβεῖν; Μὴ, παρακαλῶ· ἀλλ' ἄνω πλέω 62.439 μεν, μὴ νηχόμενοι λογισμοῖς· ταχέως γὰρ ἀποκαμούμεθα, καὶ καταποντισθησόμεθα· ἀλλὰ ταῖς θείαις κεχρημένοι Γραφαῖς, καθάπερ πλοίῳ τινὶ τὰ ἱστία τῆς πίστεως ἀναπετάσωμεν. Ἂν ἐν ταύταις πλέωμεν, καὶ κυβερνήτης ὑμῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ· ἂν δὲ νηχώμεθα ἐν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, οὐκέτι. Τίνι γὰρ τῶν οὕτω νηχομένων κυβερνήτης παρέσται; Ὥστε διπλῇ ὁ κίνδυνος, τῷ τε μὴ πλοῖον εἶναι, τῷ τε κυβερνήτην ἀπεῖναι. Εἰ γὰρ καὶ τὸ σκάφος ἄνευ κυβερνήτου σφαλερὸν, ὅταν ἀμφότερα ἀπῇ, ποία σω 62.440 τηρίας ἐλπίς; Μὴ δὴ ῥίπτωμεν ἑαυτοὺς εἰς κίνδυνον φανερὸν, ἀλλ' ἐπ' ἀσφαλοῦς βαίνωμεν, τῆς ἱερᾶς ἀγκύρας ἐξαρτήσαντες ἑαυτούς. Οὕτω γὰρ εἰς τὸν εὔδιον λιμένα καταπλευσόμεθα μετὰ πολλῆς μὲν τῆς ἐμπορίας, μετὰ πάσης δὲ τῆς ἀσφαλείας· καὶ τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Ηʹ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ

περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ

ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ

οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἡμῖν λαλοῦντος Χριστοῦ; καὶ πάλιν, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται. Καὶ πάλιν, ∆οκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Ἐκεῖνα μὲν οὖν πνεύματι πάντα ἐφθέγγετο, τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόμενος ἔλεγε, Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν, κατὰ τὸ σιωπώμενον ἤκουσεν. Ἴδωμεν τοίνυν τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ' οὐρανοῦ.