1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

42

δούλους αὐτοῦ τιμῆς τὰς θυγατέρας εἰς ὕβριν προέμενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν ἁμαρτημάτων, φείσεται; Γέλως ὄντως ταῦτα καὶ λῆρος καὶ πλάνη καὶ διαβολικὴ ἀπάτη. Βούλει καὶ ἕτερον ἐπαγάγω; Τὸν Φαραὼ πάντως ἀκούεις τὸν Αἰγυπτίων βασιλέα· οὐκοῦν οἶδας καὶ τὴν δίκην ἣν ἔδωκε, καὶ πῶς αὐτοῖς ἅρμασι καὶ ἵπποις μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ Ἐρυθραῖον κατεποντίσθη πέλαγος. Βούλει καὶ ἕτερα μαθεῖν; ἐκεῖνος μὲν γὰρ ἴσως ἀσεβὴς ἦν, μᾶλλον δὲ οὐκ ἴσως, ἀλλ' ὄντως ἀσεβὴς ἦν. Βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντων ὀρθοῦ, τιμωρουμένους ἰδεῖν; ἄκουσον τοῦ Παύλου λέγοντος· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐξεπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Εἰ δὲ πορνεία τοσοῦτον ἴσχυσεν, εἰ δὲ γογγυσμὸς, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα; Εἰ δὲ μὴ ἀπαιτεῖ νῦν δίκην, μὴ θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεσαν τὴν γέενναν· διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις· σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ. Εἶτα τοὺς μὲν νηπιωδεστέρους, καὶ οὐ τοσαῦτα πταίοντας τοσαῦτα ἐκόλαζεν, ἡμῶν δὲ φείσεται; Οὐκ ἂν ἔχοι λόγον. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν κολάσεως ἄξιοι. ∆ιὰ τί; Ὅτι πλείονος ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ καὶ πλείονα καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα δί 62.444 κην; Ἐκεῖνοι (καὶ μὴ μέ τις νομιζέτω θαυμάζοντα αὐτοὺς, ἢ συγγινώσκοντα αὐτοῖς λέγειν, μὴ γένοιτο· ὅταν γὰρ ὁ Θεὸς κολάζῃ, ὁ τὴν ἐναντίαν φέρων ψῆφον, ἀπὸ διαβολικῆς διανοίας τοῦτο ποιεῖ· οὐ τοίνυν ἐπαινῶν αὐτοὺς, οὐδὲ συγγινώσκων τοῦτό φημι, ἀλλὰ δεικνὺς τὴν ἡμετέραν κακίαν)· ἐκεῖνοι τοίνυν, εἰ καὶ ἐγόγγυζον, ἀλλ' εἰς ἔρημον ἤρχοντο· ἡμεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡμετέραις ὄντες, γογγύζομεν. Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ' ἀπὸ Αἰγυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόμου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου· ἡμεῖς δὲ ἐκ προγόνων τὰ σωτήρια παραλαβόντες δόγματα· ὥστε μείζονος κολάσεώς ἐσμεν ἄξιοι. Βούλει καὶ ἕτερα ἀκοῦσαι, ὅσα ἔπαθον ἐν Παλαιστίνῃ, λιμοὺς, λοιμοὺς, πολέμους, αἰχμαλωσίας, τὰς ἐπὶ Βαβυλωνίων, τὰς ἐπὶ Ἀσσυρίων, τὰ ὑπὸ Μακεδόνων κακὰ, τὰ ἐπὶ Ἀδριανοῦ καὶ Οὐεσπασιανοῦ; Βούλομαί σοι, ἀγαπητὲ, τὶ διηγήσασθαι, ἀλλὰ μὴ ἀποπηδήσῃς· μᾶλλον δὲ πρὸ τούτου ἕτερον ἐρῶ. Λιμὸς ἐγένετό ποτε, φησὶ, καὶ ὁ βασιλεὺς ἐβάδιζεν ἐπὶ τοῦ τείχους· εἶτα γυνὴ προσελθοῦσα ταῦτα φθέγγεται πρὸς αὐτὸν τὰ ῥήματα· Βασιλεῦ, εἶπέ μοι ἡ γυνὴ αὕτη· Ὀπτήσωμέν σου σήμερον τὸν υἱὸν καὶ φάγωμεν, καὶ αὔριον τὸν ἐμόν· καὶ ὠπτήσαμεν, καὶ ἐφάγομεν· καὶ τὸν αὐτῆς οὐκέτι ἔδωκε. Τί ταύτης τῆς συμφορᾶς χαλεπώτερον; Πάλιν ἀλλαχοῦ ὁ προφήτης φησί· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Ἰουδαῖοι μὲν οὖν τοιαύτην ἔδοσαν δίκην· ἡμεῖς δὲ οὐ πολλῷ μᾶλλον δώσομεν; δʹ. Βούλει καὶ ἑτέρας αὐτῶν ἀκοῦσαι συμφοράς; τὰ Ἰωσήππου ἔπελθε, καὶ μαθήσῃ πᾶσαν ἐκείνην τραγῳδίαν, ἂν ἄρα σε πείσωμεν ἀπὸ τούτων ὅτι ἔστι γέεννα. Ἐννόησον γάρ· εἰ ἐκεῖνοι ἐκολάζοντο, διὰ τί ἡμεῖς μὴ κολαζόμεθα; ἢ πῶς εἰκὸς ἡμᾶς μὴ κολάζεσθαι, χείρονα ἐκείνων πταίοντας; ἦ δῆλον, ὅτι διὰ τὸ ἀποκεῖσθαι ἡμῖν τὴν κόλασιν; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπου ἑνὸς ἑκάστου ἐρῶ πῶς ἐκολάσθησαν· Ἀδελφὸν ἀπέκτεινεν ὁ Κάϊν. ∆εινὸν μὲν τὸ ἁμάρτημα· πῶς γὰρ οὔ; ἀλλ' ἔδωκε δίκην, καὶ χαλεπὴν, καὶ μυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ μυριάκις ἀποθανεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Εἰπὲ οὖν μοι, οὐ τὰ αὐτὰ πράττουσιν ἐκείνῳ πολλοὶ καὶ νῦν; ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν ἀνέλῃς