1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

48

πάντα εἰκῆ καὶ μάτην κατασκευάζουσιν οἱ ἐπιβουλεύοντες. Οὔτε γὰρ πονηρία, οὐκ ἔχθρα, οὐ βασκανία, οὐ κολακεία, οὐχ ὑπόκρισις, οὐκ ἄλλο οὐδὲν καθικέσθαι δυνήσεται τῆς τοιαύτης ψυχῆς. Οὐχ ἁπλῶς δὲ ἀγάπην εἶπεν, ἀλλ' ὡς θώρακα ἰσχυρὸν εἶπεν ἐνδύσασθαι. Εἶτα οὕτως εἰ 62.451 πὼν ἐπάγει· Καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν στεγάζουσα· οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν, ἀλλ' ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν, οὐδὲν τῶν ἔξωθεν εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ἕως δ' ἂν μηδὲν καταφέρηται, οὐδὲ αὕτη ἐπολισθαίνει· τὸν γὰρ τούτοις πεφραγμένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. Μένει γὰρ, φησὶ, πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα. Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰ ὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν. δʹ. Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ' εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, φησίν· οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ' εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόμενος τὸν μηδὲ Υἱοῦ φεισάμενον διὰ σέ· μὴ ἀπαγορεύσῃς τοῖς παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς σῆς σωτηρίας; Ὥστε ἐλπίζειν χρὴ πάντα χρηστά. Οὐδὲ γὰρ, εἰ πρὸς δικαστὴν ἀπῄειμεν μέλλοντα κρίνειν ἡμᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡμῶν ἐπιδεδειγμένον, ὡς τὸν υἱὸν κατασφάξαι, ἐδείσαμεν ἄν. Ἐλπίζωμεν οὖν χρηστὰ καὶ μεγάλα· τὸ γὰρ κεφάλαιον ἐλάβομεν, εἰ πιστεύομεν. Εἴδομεν γὰρ τὸ ὑπόδειγμα· ἀγαπήσωμεν· ἐσχάτης γὰρ ἀνοίας τὸ μὴ τὸν οὕτω διατεθέντα ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦμεν, φησὶν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. ∆ιὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Καὶ ἀλλαχοῦ πάλιν, Εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν. Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα μὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωματικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀμέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους μὴ δεδοίκατε κἂν ἀποθάνωμεν, ζησόμεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις ἐνέχυρον ἀσφαλές· οὐκ ἂν, εἰ μὴ σφόδρα ἡμῶν περιεκαίετο, τὸν Υἱὸν αὐτοῦ ἔδωκεν. Ὥστε κἂν ἀποθάνῃς, ζήσῃ· καὶ γὰρ καὶ αὐτὸς ἀπέθανεν. Ἄν τε οὖν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ' αὐτοῦ ζησόμεθα. Ἀδιάφορον τοῦτο ἔχω· οὐδέν μοι μέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· μετ' ἐκείνου γὰρ ζησόμεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωμεν τῆς ζωῆς, πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργασώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας μεσταί· μέμυκεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται, ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ, ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ 62.452 πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀμύνεται· ἀλλ' ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει τραύματα, καὶ οὐδενὸς αἰσθάνεται, ἀλλ' ἀναλγήτως πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων·