1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

52

νουθετοῦντας ὑμᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ μὲν, ἂν μὲν ἄνθρωπός σου προστῇ πρὸς ἄνθρωπον, πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ δωρεᾷ τῇ διὰ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, μέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ μόνον ὑπόκειταί σου τῷ στόματι, καὶ τὰς βλασφημίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ μὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐμπορικόν· ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε μικροψυχίας γινομένας; Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ', ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας. ∆ιὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον, δι' αὐτῶν τῆς βασιλείας ἐπετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι' αὐτῶν ὑμῖν πύλαι οὐράνιαι ἀνοίγονται. Μηδεὶς στασιαζέτω, μηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν φρικτῶν μυστηρίων ἐπέτυχεν. Εἰπέ μοι, εἰ βουληθεὶς ἰδεῖν τὰ βασίλεια πολλῷ καταλάμποντα τῷ χρυσῷ, καὶ περιαστράπτοντα τῇ τῶν λίθων αἴγλῃ, εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλμῶν ἴσον ἠγάπησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν οὗτος, καὶ οὐ φιλεῖς καὶ περιέπεις; Εἰ γυναῖκα ἔχοις, οὐχὶ τὸν προξενήσαντα ποθεῖς πάντων μάλιστα; Οὕτως, εἰ φιλεῖς τὸν Χριστὸν, εἰ φιλεῖς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπίγνωθι διὰ τίνων ἔσχες αὐτήν. ∆ιὰ τοῦτό φησι. ∆ιὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. βʹ. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται. Νουθετεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, μὴ ἀπὸ ἐξουσίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττόμενος, ἀπεγνωκὼς ἑαυτοῦ, θρασύτερος γίνεται καταφρονῶν· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευάζειν τὸ φάρμακον. Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρμοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁμαρτάνοντες· οὐ γὰρ τεταγμένα βαδίζουσιν ἐν τῇ 62.457 φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ' ἔστι καὶ ἕτερον εἶδος τῶν κακῶν, οὐ τοιοῦτον μὲν, κακία δὲ καὶ αὐτό. Ποῖον τοῦτο; Ἡ μικροψυχία· καὶ γὰρ καὶ αὕτη ὁμοίως τῇ ῥᾳθυμίᾳ ἀπόλλυσιν. Ὁ μὴ φέρων ὕβριν, ὀλιγόψυχος· ὁ μὴ φέρων πειρασμὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ αὐτήν. Ἀλλ' ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύεσθαι. Καὶ ἀλλαχοῦ δὲ γράφων ἔλεγε, Τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαμβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι. Μακροθυμεῖτε, φησὶ, πρὸς πάντας. Τί οὖν; καὶ πρὸς τοὺς ἀτάκτους; Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρμάκου ἴσον διδασκάλῳ μάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον· πάντως ἐντρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ μᾶλλον μὴ προϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ