1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

30

Ἦλθε γὰρ μαρτυρήσων, φησὶ, τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη. Ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς τῷ Πατρί. Ἐγὼ γὰρ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, φησί· καὶ πάλιν, Τὸν Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ πάλιν, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν· καὶ πάλιν, Πνεῦμα ὁ Θεός. Μέχρι θανάτου τοίνυν ἐμαρτύρησε. Τὸ δὲ, Καιροῖς ἰδίοις, τοῦτό ἐστι, τοῖς προσήκουσιν. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. γʹ. Ἐπειδὴ τοίνυν ὁ Χριστὸς ὑπὲρ ἐθνῶν ἔπαθε, καὶ ἐγὼ διδάσκαλος ἐθνῶν ἀφωρίσθην, τίνος ἕνεκεν σὺ οὐκ εὔχῃ ὑπὲρ αὐτῶν; Καλῶς ἐνταῦθα τὸ ἑαυτοῦ ἀξιόπιστον δεικνὺς, τὸ, Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, φησὶ, τουτέστιν, Ἀφωρίσθην· πάνυ γὰρ ἐνάρκων πρὸς τοῦτο οἱ ἀπόστολοι. Εἶτα ἐπήγαγε, ∆ιδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. Ἐν πίστει πάλιν· ἀλλὰ μὴ νομίσῃς, ἐπειδὴ, Ἐν πίστει, ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστι· καὶ γὰρ, Ἐν ἀληθείᾳ, φησίν· εἰ δὲ ἀλήθεια, οὐκ ἔστι ψεῦδος. Ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο, νῦν δὲ ἡ χάρις ἐκτέταται. ∆ιὰ τοῦτο καὶ διδάσκαλον ἐθνῶν ἑαυτὸν εἶπεν ἀφωρίσθαι, τὴν πανταχοῦ τῆς οἰκουμένης χυθεῖσαν αἰνιττόμενος χάριν. Ὁ δοὺς, φησὶν, ἑαυτὸν ἀντίλυτρον. Πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός; ἄρα οὖν τῆς αὐτοῦ ἀγαθότητος γέγονεν. Ἀντίλυτρον, τί ἐστιν· Ἔμελλε τιμωρεῖσθαι αὐτούς· τοῦτο οὐκ ἐποίησεν. Ἀπόλλυσθαι ἔμελλον· ἀλλ' ἀντ' ἐκείνων τὸν αὑτοῦ ἔδωκεν Υἱὸν, καὶ κήρυκας ἡμᾶς ἔπεμψεν, ὥστε κηρύττειν τὸν σταυρόν. Ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. Ὄντως γὰρ μεγάλα καὶ ἀνεκδιήγητα τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς ἐπιδεδειγμένα. Κατέθυσεν ἑαυτὸν ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων, τῶν ἀποστρεφομένων αὐτόν. Ὃ οὐδὲ ὑπὲρ φίλων, οὐδὲ ὑπὲρ παίδων ποιήσειεν 62.538 ἄν τις, οὐδὲ ὑπὲρ ἀδελφῶν, ∆εσπότης ὑπὲρ δούλων 62.538 ἐποίησε, δεσπότης οὐ τοιοῦτος, οἷος οἱ δοῦλοι, ἀλλὰ Θεὸς ὑπὲρ ἀνθρώπων, καὶ ἀνθρώπων οὐδὲ εὐδοκιμούντων. Εἰ γὰρ εὐδοκιμηκότες ἦσαν, εἰ γὰρ εὐηρεστηκότες, οὐ τοσοῦτον ἦν θαυμαστόν· νῦν δὲ τοῦτό ἐστι τὸ πᾶσαν διάνοιαν ἐκπλῆττον, τὸ ὑπὲρ τοιούτων ἀχαρίστων καὶ ἀγνωμόνων ἀποθανεῖν. Ὃ γὰρ ἀπὸ ἀνθρώπων πρὸς ὁμοφύλους οὐ γίνεται, τοῦτο ἐγένετο ἀπὸ Θεοῦ εἰς ἡμᾶς· καὶ τοσαύτης ἀπολαύσαντες ἀγάπης, ἀκκιζόμεθα ἔτι, καὶ οὐ φιλοῦμεν τὸν Χριστόν. Αὐτὸς κατέθυσεν ἑαυτὸν ὑπὲρ ἡμῶν· ἡμεῖς δὲ αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἀποροῦντα περιορῶμεν, καὶ νοσοῦντα καὶ γυμνητεύοντα οὐκ ἐπισκεπτόμεθα. Πόσης ὀργῆς ταῦτα ἄξια, πόσης κολάσεως, πόσης γεέννης; Εἰ γὰρ μηδὲν ἕτερον, τοῦτο γοῦν αὐτὸ μόνον, ὅτι κατηξίωσε τὰ τῶν ἀνθρώπων πάθη οἰκειοῦσθαι, καὶ λέγειν, ὅτι Πεινῶ καὶ διψῶ, οὐχ ἱκανὸν ἦν πάντας προτρέψαι; Ἀλλ', ὢ τῆς τῶν χρημάτων τυραννίδος! μᾶλλον δὲ, ὢ τῆς τῶν ἑκοντὶ δεδουλωμένων αὐτοῖς μοχθηρίας! Οὐκ ἐκεῖνα ἔχει μεγάλην τὴν ἰσχὺν, ἀλλ' ἡμεῖς σφόδρα ἐσμὲν ἔκλυτοι καὶ δεδουλωμένοι, ἡμεῖς ταπεινοὶ καὶ γεώδεις, ἡμεῖς σαρκικοὶ, ἡμεῖς ἀνόητοι· οὐ γὰρ ἐκείνων μεγάλη ἡ ἰσχύς. Τί γὰρ δύναται, εἰπέ μοι; κωφά ἐστι καὶ ἀναίσθητα. Εἰ ὁ διάβολος οὐδέν ἐστιν, ὁ μιαρὸς δαίμων, ὁ οὕτω πονηρὸς καὶ πάντα κυκῶν, τὰ χρήματα τίνα ἔχει ἰσχύν; Ἐὰν ἴδῃς ἄργυρον, νόμισον εἶναι κασσίτερον. Ἀλλ' οὐ δύνασαι; Οὐκοῦν, ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο νόμισον, ὅτι γῆ ἐστι· γῆ γάρ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτον δέχῃ τὸν λογισμόν; Ἐννόησον ὅτι ἀπολούμεθα καὶ ἡμεῖς, ὅτι πολλοὶ τῶν κεκτημένων οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι μυρίοι κομπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο καὶ κόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶν τῶν ἐλεφαντίνων ἀπορώτεροι. Ἀλλὰ τέρπει τὰς