1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

33

χρυσία καὶ ἐμπλέγματα; μὴ γὰρ χορεῦσαι ἦλθες; μὴ γὰρ γάμων μεθέξουσα; μὴ γὰρ εἰς πομπὴν παρεγένου; Ἐκεῖ τὰ χρυσία, ἐκεῖ τὰ ἐμπλέγματα, ἐκεῖ τὰ πολυτελῆ ἱμάτια ἔχει καιρόν· νῦν δὲ οὐδενὸς χρεία τούτων. Ἦλθες παρακαλέσαι, δεηθῆναι ὑπὲρ ἁμαρτημάτων, ἐντευξομένη ὑπὲρ ὧν προσέκρουσας, αἰτουμένη τὸν ∆εσπότην, ἵλεω καταστήσουσα αὐτόν· τί κοσμεῖς σαυτήν; Οὐκ ἔστι ταῦτα ἱκετευούσης τὰ σχήματα. Πῶς δύνασαι στενάξαι; πῶς δύνασαι δακρῦσαι; πῶς μετὰ ἐκτενείας εὔξασθαι, τοιοῦτον σχῆμα περικειμένη; Κἂν δακρύσῃς, γέλως ἔσται τὰ δάκρυα τοῖς ὁρῶσιν· οὐ γὰρ χρυσοφορεῖν τὴν δακρύουσαν δεῖ· ἐπεὶ σκηνή ἐστι καὶ ὑπόκρισις. Πῶς γὰρ οὐ σκηνὴ, ὅταν ἀπ' αὐτῆς τῆς διανοίας, ἀφ' ἧς ἡ τοσαύτη πολυτέλεια καὶ φιλοτιμία ἐτέχθη, ἀπὸ τῆς αὐτῆς καὶ δάκρυα προχέηται; Περίελε πᾶσαν ἐκείνην τὴν ὑπόκρισιν· Θεὸς οὐ παίζεται. Ταῦτα τῶν μίμων καὶ τῶν ὀρχηστῶν ἐστι τῶν ἐν ταῖς σκηναῖς διημερευόντων· γυναικὶ δὲ κοσμίᾳ οὐδὲν τούτων πρέπει. Μετὰ αἰδοῦς, φησὶ, καὶ σωφροσύνης. βʹ. Μὴ τοίνυν τὰς ἑταιριζομένας μιμοῦ· διὰ γὰρ τούτου τοῦ σχήματος ἐκεῖναι πολλοὺς ἐπισπῶνται τοὺς ἐραστὰς, κἀντεῦθεν πολλαὶ πονηρὰν ἔλαβον ὑποψίαν πολλάκις, καὶ οὐδὲν ἐκ τοῦ κόσμου τούτου ἀπώναντο· πολλοὺς γὰρ διὰ τῆς δόξης ταύτης ἔβλαψαν. Ὥσπερ γὰρ ἡ πεπορνευμένη κἂν ἔχῃ σώφρονος δόξαν, οὐδὲν τῆς δόξης ἀπώνατο, τοῦ τὰ κρύφια δικάζοντος τότε πάντα εἰς μέσον ἄγοντος· οὕτως οὐδὲ ἡ σώφρων, ἂν ἐπιτηδεύσῃ διὰ τοῦ σχήματος μοιχείας δόξαν λαβεῖν, ἀπώνατό τι τῆς σωφροσύνης· πολλοὶ γὰρ διὰ τῆς δόξης ταύτης ἐβλάβησαν. Τί οὖν ἐγὼ πάθω, φησὶν, ἂν ἕτερος ὑποπτεύσῃ; Σὺ δίδως τὴν ἀφορμὴν διὰ τοῦ σχήματος, διὰ τοῦ βλέμματος, διὰ τῶν κινημάτων. ∆ιὰ τοῦτο πολὺς τῷ Παύλῳ λόγος τῆς ἀμφιάσεως, πολὺς τῆς αἰδοῦς. Εἰ δὲ ἃ πλούτου μόνον ἐστὶ τεκμήρια ταῦτα περιεῖλε, χρυσὸν, μαργαρίτας, ἱμάτια πολυτελῆ, πῶς οὐ πολλῷ μᾶλλον ἃ περιεργίας ἐστὶν, οἷον ἐπιτρίμματα, ὑπογραφὰς ὀφθαλμῶν, διατεθρυμμένην βάδισιν, διακεκλασμένην φωνὴν, ὄμμα ὑγρὸν καὶ πάσης πορνείας γέμον, περίεργον ἀναβολὴν τοῦ φάρους, τοῦ χιτωνίσκου, ζώνην περιεργοτέραν, ὑποδήματα ἀπηρτισμένα; Ἅπαντα γὰρ ταῦτα διὰ τοῦ εἰπεῖν, Ἐν καταστολῇ κοσμίᾳ, ᾐνίξατο, καὶ διὰ τοῦ εἰπεῖν, Μετὰ αἰδοῦς· ταῦτα γὰρ ἀναιδείας ἐστὶ καὶ ἀσχημοσύνης. Ἀνάσχεσθέ μου, παρακαλῶ· γυμνότερον γὰρ ὁ λόγος τὸν ἔλεγχον προσάγει, οὐχ ἵνα πλήξῃ, οὐδ' ἵνα λυπήσῃ, ἀλλ' ἵνα τὸ ἀλλότριον τῆς ἀγέλης ἅπαν περιέλῃ. Εἰ ταῖς ἄνδρας ἐχούσαις, εἰ ταῖς τρυφώσαις, εἰ ταῖς πλουτούσαις ταῦτα ἀπαγορεύει, πολλῷ μᾶλλον ταῖς παρθενίαν ἀναδεδεγμέναις. Καὶ τίς, φησὶ, παρθένος χρυσία περιτίθεται; τίς δὲ ἐμπλέγματα; Τοσαύτη ἡ τοῦ λιτοῦ σχήματός ἐστι περιεργία, ὡς 62.542 ταῦτα μηδὲν εἶναι πρὸς ἐκεῖνα. Ἔνεστι γὰρ καὶ δι' εὐτελῶν ἱματίων μᾶλλον καλλωπίζεσθαι τῶν τὰ χρυσία περικειμένων. Ὅταν γὰρ σφόδρα ᾖ κυανὸς ὁ χιτὼν, καὶ τῇ ζώνῃ συνεσταλμένος μετὰ πολλῆς τῆς ἀκριβείας περὶ τὸ στῆθος, καθάπερ τούτων τῶν ἐπὶ τῆς σκηνῆς ὀρχουμένων, ὥστε μήτε εἰς πλάτος ἐκβαίνειν ἐξωγκωμένον, μήτε εἰς ἰσχνότητα συστέλλεσθαι, ἀλλ' ἀμφοτέρων εἶναι μέσον, καὶ πολλὰς ἔχειν περὶ τὰ στέρνα τὰς ῥυτίδας, πόσων σηρικῶν οὐχ ἱκανὸν τοῦτο δελεάσαι μᾶλλον; Τί δὲ, ὅταν τὸ ὑπόδημα ἐν τῷ μέλανι σφόδρα ἀποστίλβῃ δι' αὐτοῦ, λῆγον εἰς ὀξὺ, καὶ τὴν ἐν ταῖς ζωγραφίαις εὐφυΐαν ᾖ μιμούμενον, ὥστε μήτε τὸν ταρσὸν ἀνέχειν πολύ; τί δὲ, ὅταν τὴν ὄψιν ἐπιτρίμμασι μὲν μὴ καλλωπίζῃς, ἀπονίπτῃς δὲ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ τῆς σχολῆς, καὶ διατείνῃς μετὰ τοῦ μετώπου πολὺ τῆς ὄψεως λευκότερον τὸ κάλυμμα, εἶτα ἄνωθεν τὸ φάρος ἐπιτιθῇς, ὡς ἂν τῷ λευκῷ τὸ μέλαν ἐμπρέπῃ; Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλμῶν τὰς μυρίας ἐκείνας περιστροφάς; περὶ τῆς δέσεως, τῆς νῦν μὲν κρυπτομένης, νῦν δὲ γυμνουμένης ἐν τῇ δέσει τῆς περιστηθίδος; καὶ γὰρ καὶ τοῦτο γυμνοῦσι πολλάκις, ὥστε