1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

34

τοῦ ζώσματος τὴν ἀκρίβειαν φαίνεσθαι, τοῦ φάρους παντὸς περὶ τὴν κεφαλὴν περιαγομένου. Τὰς δὲ χεῖρας, καθάπερ οἱ τραγῳδοὶ, οὕτω μετὰ ἀκριβείας ἐνδιδύσκουσιν, ὥστε νομίζειν προσπεφυκέναι μᾶλλον αὐταῖς. Τί ἄν τις εἴποι τὴν βάδισιν, καὶ τὰ ἄλλα ἐπιτηδεύματα παντὸς χρυσίου μᾶλλον δυνάμενα τοὺς θεωμένους ἑλεῖν; Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν καὶ ἡμεῖς, ἅπερ ὁ προφήτης ἔλεγε ταῖς τῶν Ἑβραίων γυναιξὶ περὶ τὸν κόσμον τὸν ἔξωθεν ἠσχολημέναις· Ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις. Ὥστε ταῦτα μᾶλλον ἐπαγωγὰ τῶν χρυσίων ἐστὶν, ὡς πολλῶν ἑτέρων καὶ πρὸς τοῦτο ἐπιτετηδευμένων, πρὸς τὸ ὁρᾶσθαι καὶ αἰχμαλωτίζειν τοὺς θεωμένους. Οὐκ ἔστι μικρὸν τὸ ἁμάρτημα, ἀλλὰ καὶ σφόδρα μέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυμήνασθαι. γʹ. Χριστὸν ἔχεις νυμφίον· τί ἐραστὰς ἀνθρώπους ἐπισπᾶσαι; Μοιχείας σε τότε κρινεῖ. ∆ιὰ τί μὴ κοσμῇ τὸν κόσμον τὸν αὐτῷ ἀρέσκοντα, τὸν αὐτῷ φίλον, τὴν αἰδὼ, τὴν σωφροσύνην, τὴν κοσμιότητα, τὴν σώφρονα καταστολήν; αὕτη πορνική τίς ἐστι καὶ αἰσχρά. Οὐκέτι διαγινώσκομεν τὰς πόρνας καὶ τὰς παρθένους. Ὅρα εἰς πόσην ἀσχημοσύνην ἐξήγαγον ἑαυτάς. Ἀνεπιτήδευτον εἶναι χρὴ τὴν παρθένον, ἁπλῶς καὶ εἰκῆ διεσκευασμένην· ἡ δὲ μυρία ἐπιτηδεύει πρὸς τὴν φαινομένην διασκευήν. Παῦσαι τῆς μανίας, γύναι, ἐπὶ τὴν ψυχὴν μετάγαγε τὴν τοιαύτην σπουδὴν, ἐπὶ τὴν ἔσω ἐμπρέπειαν· οὗτος γὰρ ὁ κόσμος ὁ ἔξωθεν περικείμενος οὐκ ἀφίησι τὸν ἔνδον γενέσθαι καλόν. Ὁ περὶ τοῦτον ἠσχολημένος, τοῦ ἔνδον καταφρονεῖ, ὥσπερ ὁ τούτου καταφρονῶν, πᾶσαν τὴν σπουδὴν περὶ τὸν ἔνδον ἐνδείκνυται. Μή μοι εἴπῃς, Οἴμοι, ἱμάτιον ἐκτετριμμένον φορῶ, ὑπόδημα εὐτελὲς, κάλυμμα οὐδαμινόν· ποῖος ταῦτα κόσμος; Μὴ ἀπάτα σαυτήν. Ἔνεστιν, ὅπερ ἔφην, διὰ τούτων μειζόνως καλλωπίζεσθαι, ἢ δι' ἐκείνων, μάλιστα διὰ τῶν ἐκτετριμμένων ἱματίων, ἢ τῶν προσπεπλασμένων τῷ σώματι, καὶ ἐκτετυπωμένων καλῶς πρὸς τὸ σχῆμα τὸ ἀναιδὲς, καὶ στιλβόντων λαμπρόν. Ἐμοὶ ταῦτα λέγεις· τί δὲ τῷ Θεῷ ἐρεῖς 62.543 τῷ τὴν διάνοιαν εἰδότι, μεθ' ἧς ταῦτα ποιεῖς; Ἀλλ' οὐχ ὥστε πορνεῦσαι ποιεῖς; Ἀλλὰ τί; ὥστε θαυμασθῆναι; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐπὶ τούτοις βουλομένη θαυμάζεσθαι; Ἀλλ' ἁπλῶς, φησὶ, ταῦτα περίκειμαι, οὐδὲ ἐπὶ τούτῳ. Οἶδεν ὁ Θεὸς ἃ φθέγγῃ πρὸς ἡμᾶς. Μὴ γὰρ ἐμοὶ δίδως λόγον; Ἐκείνῳ τῷ παρόντι τοῖς γινομένοις, καὶ τότε ἐξετάζοντι ταῦτα, ἐκείνῳ ᾧ γυμνὰ καὶ τετραχηλισμένα πάντα. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ταῦτα λέγομεν νῦν, ἵνα ὑμᾶς τῶν εὐθυνῶν ἐκείνων μὴ ποιήσωμεν ἐνόχους. Φοβηθῶμεν μὴ καὶ ὑμῖν ὀνειδίσῃ, ἃ διὰ τοῦ προφήτου ταῖς Ἰουδαίων γυναιξὶν, Ἦλθον ὀφθῆναί μοι θρυπτόμεναι καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Ἀνεδέξασθε ἀγῶνα μέγαν, ἔνθα ἀθλήσεως, οὐ καλλωπισμοῦ δεῖ, πυκτεύειν δεῖ, οὐ βλακεύειν. Οὐχ ὁρᾷς τοὺς πυκτεύοντας, τοὺς ἀθλοῦντας; ἆρα βαδίσεως αὐτοῖς μέλει καὶ σχήματος; Οὐδαμῶς· ἀλλὰ ταῦτα πάντα ἀφέντες, ἱμάτιον ἐλαίῳ διάβροχον ἀναβαλλόμενοι, πρὸς ἓν μόνον ὁρῶσι, τὸ πλῆξαι, καὶ μὴ πληγῆναι. Ἕστηκεν ὁ διάβολος τρίζων τοὺς ὀδόντας, πάντοθέν σε βουλόμενος καθελεῖν· σὺ δὲ μένεις ἀπησχολημένη περὶ τὸν κόσμον τοῦτον τὸν σατανικόν; Οὐδὲν βούλομαι λέγειν περὶ φωνῆς, πῶς πολλαὶ καὶ τοῦτο ἐπιτηδεύουσι, περὶ μύρων καὶ τῆς ἄλλης βλακείας. ∆ιὰ ταῦτα γελῶσιν ἡμᾶς αἱ κοσμικαί. Τὸ σεμνὸν τῆς παρθενίας ἀπόλωλεν· οὐδεὶς τιμᾷ παρθένον, ὡς τιμᾷν χρή· ἑαυτὰς γὰρ ἀτιμάζεσθαι 62.544 πεποιήκασιν. Οὐκ ἔδει, ὥσπερ ἐξ οὐρανοῦ παραγενομένας, οὕτως εἶναι περιβλέπτους ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; νῦν δὲ καταπεφρόνηνται δι' ἑαυτὰς, οὐ διὰ τὰς φρονίμους. Ὅταν γὰρ ἴδῃ σε, τὴν ἐσταυρωμένην εἶναι ὀφείλουσαν, ἡ ἄνδρα ἔχουσα καὶ παιδία καὶ οἰκίας προεστῶσα, μᾶλλον αὐτῆς τὸν κόσμον τοῦτον διώκουσαν, πῶς οὐ καταγελάσεται; πῶς οὐ καταφρονήσει; Ὁρᾷς πόση ἡ σπουδή; πόση ἡ μελέτη; δι'