1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

49

Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. -Ταῦτα, ποῖα; Ἅπερ εἶπεν, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι, δαιμόνων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται. Ἐντρεφόμενος, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. Ταῦτα ὑποτιθέμενος, φησίν. Ὁρᾷς οὐδαμοῦ τὴν αὐθεντίαν ἐνταῦθα, ἀλλὰ τὴν συγκατάβασιν; Ὑποτιθέμενος, φησίν. Οὐκ εἶπεν, ἐπιτάττων, οὐκ εἶπε, παραγγέλλων, ἀλλὰ, Ὑποτιθέμενος· τουτέστιν, ὡς συμβουλεύων ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πίστεως. Ἐντρεφόμενος, φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν. βʹ. Ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ' ἑκάστην ἡμέραν προσφερόμεθα, οὕτω, φησὶ, καὶ τοὺς περὶ πίστεως λόγους ἀεὶ λαμβάνωμεν, ἀεὶ τούτοις τρεφώμεθα. Τί ἐστιν, Ἐντρεφόμενος; Μηρυκώμενος, συνεχῶς τὰ αὐτὰ στρέφων, ἀεὶ τὰ αὐτὰ μελετῶν· τροφὴν γὰρ ἔχει οὐ τὴν τυχοῦσαν. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Τίνας ἐνταῦθα λέγει; Τὰς Ἰουδαίων παρατηρήσεις. Καὶ μύθους αὐτάς φησι; Καὶ πάνυ, ἢ διὰ τὰς παραποιήσεις, ἢ διὰ τὸ ἄκαιρον. Τὸ γὰρ ἐν καιρῷ, χρήσιμον· χωρὶς δὲ τοῦ καιροῦ, οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ἐννόησον γάρ μοι ἄνδρα μετὰ εἴκοσιν ἔτη τῷ μαστῷ προσάγοντα ἑαυτὸν τῆς τίτθης, πῶς ἐστι καταγέλαστος, διὰ τὸ ἄκαιρον. Ὁρᾷς πῶς καὶ ἀκάθαρτα αὐτὰ εἶπε, καὶ γραώδη; τὸ μὲν διὰ τὸ 62.560 παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενομένην ψυχὴν, τῶν ἀκαθάρτων ἐστὶ παραγγελμάτων. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια. Γυμνασίας ἄρα χρεία ἡμῖν. Ἡ γὰρ σωματικὴ γυμνασία, φησὶ, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος. Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι· ἀλλ' ἄπαγε, οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωματική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν. Ὥστε ἡμῖν δεῖ τῆς κατὰ ψυχὴν γυμνασίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται, καὶ ἐκεῖ. Πιστὸς ὁ λόγος. Τουτέστιν, ἀληθὴς, ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ἦν ὁ λόγος αὐτῷ. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὁ μυρία κατορθῶν, καὶ ἐνταῦθα γάννυται· ὥσπερ οὖν ὁ πονηρὸς οὐκ ἐκεῖ μόνον, ἀλλὰ καὶ ἐνταῦθα κολάζεται, φόβῳ συζῶν διηνεκῶς, οὐδενὶ μετὰ παῤῥησίας ἀντιβλέψαι τολμῶν, τρέμων, ὠχριῶν, ἀγωνιῶν. Ἢ οὐ τοιοῦτοι οἱ πλεονέκται, οἱ κλέπται, οὐ θαῤῥοῦντες ὑπὲρ ὧν ἔχουσιν; οἱ μοιχοὶ, οἱ ἀνδροφόνοι οὐ χαλεπωτάτην ζῶσι ζωὴν, μετὰ ὑποψίας τὸν ἥλιον ὁρῶντες αὐτόν; τοῦτο οὖν ζωή; Οὐδαμῶς, ἀλλὰ θάνατος χαλεπός. Εἰς τοῦτο γὰρ, φησὶ, κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Ὡσεὶ ἔλεγε· Τίνος γὰρ ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν; τίνος δὲ ἕνεκεν πάντες ἡμῖν ὀνειδίζουσιν; οὐ δεινὰ, φησὶ, τοσαῦτα πεπόνθαμεν; οὐχ ὕβρεις καὶ λοιδορίας καὶ μυρία κακά; εἰκῆ οὖν ταῦτα ὑπεμείναμεν; εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν, τίνος ἕνεκεν ταῦτα ὑπεμείναμεν; Εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ. Ποίαν λέγει σωτηρίαν; Τὴν ἐκεῖ. Ὅς ἐστι, φησὶ, Σωτὴρ πάντων, μάλιστα πιστῶν. Τουτέστι, πλείονα σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται. Τέως τὴν ἐνταῦθά φησι. Καὶ πῶς τῶν πιστῶν ἐστι, φησὶ, Σωτήρ; Εἰ μὴ γὰρ Σωτὴρ ἦν, οὐδὲν ἂν