1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

53

κανόνα ἐὰν ᾖς ἐλεήμων, ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νομίζῃ· ἂν δὲ πλούσιος ᾖς, οὐκέτι. Οὕτω γενώμεθα οὖν ἀγαθοὶ, ἵνα καὶ ὦμεν ἀγαθοὶ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ.

Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει,

ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας,

μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.

αʹ. Τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς. Ἂν τοίνυν ἐπιτάττῃς ὑπὲρ ὧν διδάσκειν χρὴ, καταγέλαστος ἔσῃ· πάλιν, ἂν διδάσκῃς ὑπὲρ ὧν ἐπιτάττειν χρὴ, τὸ αὐτὸ ὑπομένεις ὁμοίως. Οἷόν τι λέγω· Τὸ μὴ εἶναι πονηρὸν, ὑπὲρ τούτου οὐ διδάσκειν χρὴ, ἀλλ' ἐπιτάττειν, καὶ ἀπαγορεύειν μετὰ 62.564 πλείονος αὐθεντίας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται. Ἂν μέντοι λέγῃς, ὅτι δεῖ τὰ ὑπάρχοντα κενοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγῃ, ἐνταῦθα διδασκαλίας χρεία. ∆ιὰ τοῦτο ἀμφότερα τίθησιν ὁ Παῦλος. Παράγγελλε καὶ δίδασκε, φησίν. Οἷον εἴ τις ἔχει περίαπτα, ἢ εἴ τι ἕτερον τοιοῦτον, ὅταν εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. Μηδείς σου τῆς νεότητος καταφρονείτω, φησίν. Ὁρᾷς ὅτι καὶ ἐπιτάττειν χρὴ τὸν ἱερέα καὶ αὐθεντικώτερον διαλέγεσθαι, μὴ πάντα διδάσκειν; Εὐκαταφρόνητον γάρ πως πρᾶγμα ἡ νεότης ἀπὸ τῆς κοινῆς προλήψεως γέγονε· διὰ τοῦτό φησι, Μηδείς σου 62.565 τῆς νεότητος καταφρονείτω. ∆εῖ γὰρ καὶ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον. Ποῦ οὖν τὸ ἐπιεικὲς, φησί; ποῦ οὖν τὸ πρᾶον, ἂν μὴ καταφρονῆται; Ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω καὶ φερέτω· οὕτω γὰρ ἡ διδασκαλία κατορθοῦται τῇ μακροθυμίᾳ· ἐν δὲ τοῖς πρὸς ἑτέρους, μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης. Ἂν μὲν ὕβρεις ἐκδικῇ τὰς εἰς ἑαυτὸν, ἂν λοιδορίας, ἂν ἐπιβουλὰς, εἰκότως ἐγκαλεῖς· ἂν δὲ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας, ἐπίταττε καὶ μετὰ αὐθεντίας προνόει. Ἐνταῦθα οὐκέτι ἐπιεικείας χρεία, ἀλλ' αὐθεντίας, ἵνα μὴ τῷ κοινῷ λυμαίνηται. Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο· Μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἀντίῤῥοπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν τις καταφρονήσει, ἀλλὰ καὶ θαυμάσει μᾶλλον. ∆ιὰ τοῦτο καὶ ἐπάγει λέγων, Ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ, περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου αὐτὸς ἔσο, ὥσπερ εἰκὼν προκείμενος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωΐας. Τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή. Ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ' εὐκολίας· Ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ τῇ ὀρθῇ, ἐν σωφροσύνῃ· Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παραινέσει, τῇ διδασκαλίᾳ. Τιμοθέῳ κελεύει προσέχειν τῇ ἀναγνώσει. Ἀκούωμεν ἅπαντες, καὶ παιδευώμεθα μὴ ἀμελεῖν τῆς τῶν θείων Γραφῶν μελέτης. Ἰδοὺ πάλιν, Ἕως ἔρχομαι, φησίν.Ὅρα πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν. Ἕως ἔρχομαι, φησὶ, πρόσεχε τῇ ἀναγνώσει τῇ τῶν θείων Γραφῶν, τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδασκαλίᾳ τῇ πρὸς πάντας.