1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

58

συνεχῶς ὑπὸ τῶν ἀτμῶν; τί δὲ τοὺς ὀχετοὺς τοῦ αἵματος ζέοντος καὶ ἐμφραττομένου; τί δὲ τὰς δεξαμενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα; τί δὲ αὐτὰς τὰς ἀμάρας τῆς κόπρου; Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας μὲν τὰς ἀμάρας τῆς κόπρου προνοούμεθα, ὅπως μὴ ἐμφραγῶσι, καὶ τὴν κόπρον εἰς τὰ ἄνω πέμψωσι, καὶ πάντα ὑπὲρ τούτου πράττομεν, κοντοῖς ὠθοῦντες, μακέλλαις σύροντες· τὰς δὲ ἀμάρας τῆς ἡμετέρας γαστρὸς οὐ διακαθαίρομεν, ἀλλ' ἐμφράττομεν καὶ πιλοῦμεν· καὶ τῆς κόπρου ἀνιούσης ἄνω, ἔνθα ὁ βασιλεὺς αὐτὸς κάθηται, τὸν ἐγκέφαλον λέγω, οὐδεμίαν ποιούμεθα πρόνοιαν. ∆ιά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες κόσμιον, οὕτω πάντα πράττομεν, ἀλλ' ὡς κύνα τινὰ ἀκάθαρτον. ∆ιὰ τοῦτο ὁ Θεὸς πόῤῥω ἀπῴκισεν ἐκεῖνα τὰ μέλη, ὥστε μηδεμίαν ἐξ αὐτῶν δέχεσθαι λύμην. Ἀλλ' οὐκ ἐῶμεν ἡμεῖς, ἀλλὰ πάντα διαφθείρομεν τῇ ἀμετρίᾳ. Τί δ' ἄν τις εἴποι τὰ ἄλλα κακά; Ἀπόφραξον τοὺς ὀχετοὺς τῶν ἀμαρῶν, καὶ ὄψει λοιμὸν εὐθέως τικτόμενον. Εἶτα ἡ μὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐμπεφραγμένη τῷ στεγανῷ τοῦ σώματος, καὶ μὴ ἔχουσα πόθεν διαφορηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ; Καὶ τὸ δεινὸν, ὅτι πρὸς μὲν τὸν Θεὸν πολλοὶ δυσχεραίνουσι, Τί ποτε τοῦτό ἐστι; λέγοντες· κόπρον βαστάζειν ἡμᾶς ἐνομοθέτησεν· αὐτοὶ δὲ τὴν κόπρον αὔξουσι. ∆ιὰ τοῦτο ὁ Θεὸς ἐνομοθέτησεν, ἵνα κἂν οὕτω τῆς τρυφῆς ἀπαλλάξῃ, ἵνα κἂν οὕτω πείσῃ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς. Σὺ δὲ οὐδὲ οὕτως ἀνέχῃ παύσασθαι τῆς τρυφῆς, ἀλλὰ μέχρι τοῦ φάρυγγος, μέχρι τοῦ καιροῦ τῆς τραπέζης, μᾶλλον δὲ οὐδὲ μέχρι τότε τῆς ἡδονῆς παραμενούσης, ἐπιμένεις τῇ τρυφῇ. Ἢ οὐχ ἅμα μὲν παρέδραμε τὴν γλῶτταν καὶ τὸν αὐχένα, καὶ ἔσβεσται τὰ τῆς ἡδονῆς; Ἡ γὰρ αἴσθησις ἐν τῇ γεύσει, μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλὰ πολλὴ ἡ ἀηδία, ἢ μὴ κατεργαζομένου τοῦ στομάχου, ἢ μετὰ πολλῆς τῆς δυσκολίας τοῦτο ποιοῦντος. Εἰκότως ἄρα ἔλεγεν, Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Οὐδὲν γὰρ οὐκ ἔστιν οὔτε ἀκοῦσαι, οὔτε εἰπεῖν τὴν σπαταλῶσαν ψυχήν· μα 62.571 λακὴ γίνεται, ἀγεννὴς, ἄνανδρος, ἀνελευθέρα, δειλὴ, θρασύτητος, κολακείας, ἀμαθίας πλήρης, θυμοῦ, ἀκροχολίας, πάντων τῶν κακῶν μεστὴ, τῶν δὲ ἐναντίων ἀγαθῶν ἔρημος. ∆ιὰ τοῦτό φησι· Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. Ὁρᾷς ὅτι νομοθεσίας τὸ πρᾶγμά ἐστιν; Οὐ τῇ προαιρέσει ἐπιτρέπει αὐτό· παράγγελλε, φησὶ, μὴ τρυφᾷν, ὡς ὡμολογημένου ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχωροῦν τὸν τρυφῶντα μυστηρίων μετέχειν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσι, φησίν. Ὁρᾷς ὅτι ἐν τοῖς ἁμαρτήμασι κεῖται τὸ πρᾶγμα; Τὸ γὰρ ἐν τῇ προαιρέσει ὂν, κἂν μὴ πραχθῇ, οὐδὲν κωλύει ἀνεπίληπτον εἶναι. Οὐκοῦν τῷ Παύλῳ πειθόμενοι 62.572 καὶ ἡμεῖς παραγγέλλωμεν τὰς σπαταλώσας τῶν χηρῶν ἐκτὸς εἶναι τοῦ καταλόγου τῶν χηρῶν. Εἰ γὰρ στρατιώτης λουτροῖς καὶ θεάτροις προσανέχων καὶ πραγματείαις, καθάπερ τις λειποτάκτης κρίνεται, πολλῷ μᾶλλον αἱ χῆραι. Μὴ ζητῶμεν ἐνταῦθα τὴν ἄνεσιν, ἵνα ἐκεῖ αὐτὴν εὕρωμεν· μὴ σπαταλῶμεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωμεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν μυρία ἀγαθὰ ἔχουσαν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ι∆ʹ. Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν

ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. αʹ. Πολλοὶ νομίζουσιν ἀρκεῖν ἑαυτοῖς πρὸς σωτηρίαν τὴν οἰκείαν ἀρετήν· κἂν τὰ