1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

60

ἐπηκολούθησε. Τί οὖν, ἂν πένης ᾖ; Οὐδὲ οὕτω τοῦ παιδοτροφεῖν, οὐδὲ τοῦ ξενοδοχεῖν, οὐδὲ τοῦ θλιβομένοις ἐπαρκεῖν ἀπεστέρηται. Οὐκ ἔστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· κἂν πένης ᾖ, οἰκίαν ἔχει· οὐ γὰρ δὴ αἴθριος μένει. Εἰ ἁγίων πόδας, φησὶν, ἔνιψεν. Οὐκ ἔστι τοῦτο δαπάνης. Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Οἷον ἐπίταγμα λέγει ἐνταῦθα; Τὴν σωματικὴν ὑπηρεσίαν εἰσφέρειν προτρέπεται· πρὸς γὰρ θεραπείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι. βʹ. Βαβαὶ, πόσην ἀκρίβειαν ἀπαιτεῖ παρὰ τῆς χήρας! ὅσην σχεδὸν καὶ παρ' αὐτοῦ τοῦ τὴν ἐπισκοπὴν ἔχον 62.573 τος. Τὸ γὰρ, Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε, τοῦτο δηλοῦντός ἐστιν, ὅτι εἰ καὶ μὴ αὐτὴ αὐτὸ ἐργάσασθαι ἠδυνήθη, ἀλλ' ὅμως ἐκοινώνησεν, ὑπούργησε. Τὴν σπατάλην ἐκκόπτων, προνοητικὴν αὐτὴν εἶναι βούλεται, οἰκονομικὴν, εὐχαῖς διαπαντὸς προσκαρτερεῖν. Τοιαύτη ἦν ἡ Ἄννα. Ὅρα πόσην ἀπαιτεῖ τὴν ἀκρίβειαν παρὰ τῆς χήρας, ὅσην οὐδὲ παρὰ τῶν παρθένων· καὶ μὴν καὶ ἐκείνας πολλὴν ἀπῄτησε τὴν ἀκρίβειαν, καὶ ἄκραν τὴν ἀρετήν. Τὸ γὰρ εἰπεῖν, Εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως, ἐν κεφαλαίῳ πως περιλαμβάνει τὴν ἀρετὴν ἅπασαν. Ὁρᾷς ὅτι οὐ τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις ἀρκεῖ δεῖξαι τὴν χήραν, ἀλλ' ἑτέρων δεῖ πολλῶν; ∆ιὰ τί γὰρ, εἰπέ μοι, δευτέροις οὐχ ὁμιλῆσαι γάμοις προτρέπει; Ἆρα κατέγνω τοῦ πράγματος; Οὐδαμῶς· τοῦτο γὰρ αἱρετικῶν· ἀλλ' ἀπησχολῆσθαι βουλόμενος λοιπὸν αὐτὴν ἐν τοῖς πνευματικοῖς, καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι· οὐ γὰρ ἀκαθαρσίας, ἀλλὰ ἀσχολίας ὁ γάμος· ἐπεὶ καὶ ὅταν λέγῃ, Ἵνα σχολάσωσιν, οὐ λέγει, Ἵνα καθαρθῶσι. Πολλῆς γὰρ ἀσχολίας ὄντως ὁ γάμος αἴτιος. Εἰ τοίνυν διὰ τοῦτο μὴ γαμῇ, ἵνα σχολάζῃς τῷ φόβῳ τοῦ Θεοῦ, μὴ σχολάζεις δὲ, οὐδέν σοι τοῦ πράγματος ὄφελος, ἵνα τὴν θεραπείαν πᾶσαν περὶ ξένους, περὶ ἁγίους ἐπιδείκνυσαι. Ὅταν οὖν ταῦτα μὴ ποιῇς, ὡς τοῦ πράγματος καταγνοῦσα μᾶλλον ἀπέσχου τοῦ γάμου. Οὕτω καὶ ἡ παρθένος ἡ μὴ μετὰ ἀκριβείας ἐσταυρωμένη, τῷ τοῦ γάμου κατεγνωκέναι ὡς μιαροῦ καὶ ἀκαθάρτου, τοῦτον παρῃτήσατο. Ὁρᾷς ὅτι ξενοδοχίαν λέγει, οὐ τὴν ἁπλῶς φιλοφροσύνην, ἀλλὰ τὴν μετὰ σπουδῆς, τὴν μετὰ προαιρέσεως ἱλαρᾶς, τὴν μετὰ προθυμίας, τὴν οὕτω τὸ πρᾶγμα μετιοῦσαν, ὡς αὐτὸν δεχομένην τὸν Χριστόν; Οὐ γὰρ δὴ ταῖς θεραπαινίσι βούλεται τὴν εἰς τούτους θεραπείαν ἐπιτάττεσθαι, ἀλλ' αὐτὰς δι' ἑαυτῶν ταῦτα ποιεῖν· Εἰ γὰρ ἐγὼ, φησὶν, ἔνιψα τοὺς πόδας ὑμῶν ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὑμεῖς ὀφείλετε τοῦτο ποιεῖν ἀλλήλοις. Κἂν γὰρ μυριάκις ᾖ τις πλουτοῦσα, κἂν ἐν περιφανείᾳ τινὶ μεγίστῃ τυγχάνῃ οὖσα, καὶ ἐπὶ εὐγενείᾳ προγόνων μέγα φρονῇ, οὐκ ἔστι τοσοῦτον τὸ μέσον, ὅσον τοῦ Θεοῦ καὶ τῶν μαθητῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲ δέξῃ. Ὁ δεχόμενος, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτω δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ἐδέχετο, καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέτρεπεν ἐξευτρεπίζειν τὰ πρὸς ὑποδοχὴν, ἀλλὰ τὸ πλέον τῆς διακονίας καὶ αὐτὸς δι' ἑαυτοῦ ἔπραττε, καὶ τῇ γυναικὶ τὰ ἄλευρα φυρᾷν ἐπέταττε, καίτοι τριακοσίους δεκαοκτὼ ἔχων οἰκογενεῖς, ὧν εἰκὸς καὶ θεραπαινίδας εἶναι· ἀλλ' αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς, οὐ τῆς δαπάνης μόνης, ἀλλὰ καὶ τῆς διακονίας. Οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι' ἑαυτῶν πάντα πράττοντας, ἵν' ἡμεῖς ἁγιαζώμεθα, ἵν' αἱ χεῖρες αἱ ἡμέτεραι εὐλογῶνται. Κἂν πένησι διδῷς, μὴ ἀπαξιώσῃς διὰ σεαυτοῦ δοῦναι· οὐ γὰρ τῷ πένητι δίδως, ἀλλὰ τῷ Χριστῷ. Τίς δὲ οὕτως ἄθλιος, ὡς ἀπαξιοῦν αὐτὸν τὴν χεῖρα ὀρέγειν τῷ Χριστῷ; Τοῦτο φιλοξενία, τοῦτο ὄντως διὰ τὸν Θεόν ἐστι ποιῆσαι. Ἂν δὲ μετὰ τύφου ἐπιτάττῃς, κἂν τῶν πρωτείων κελεύῃς ἀπολαύειν, οὐκ ἔστι φιλοξενία τὸ τοιοῦτον, οὐδὲ διὰ τὸν Θεόν ἐστι. Πολλῆς ὁ ξένος δεῖται τῆς θεραπείας, πολλῆς τῆς