1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

61

παρακλήσεως· ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαῦτα τὸ μὴ ἐρυθριᾷν. Ἐπειδὴ τὸ πρᾶγμα 62.574 φύσιν ἔχει τοιαύτην, ὥστε τὸν εὖ παθόντα αἰσχύνεσθαι, τῇ ὑπερβολῇ τῆς θεραπείας τὰ τῆς αἰσχύνης χρὴ περιαιρεῖν, καὶ δεικνύναι καὶ ῥήμασι καὶ πράγμασιν, ὅτι οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν, ἀλλ' εὖ πάσχει αὐτὸς καὶ εὐεργετεῖται μᾶλλον ἢ εὐεργετεῖ. Οὕτω πλεονάζεται τὸ γινόμενον ἀπὸ τῆς προαιρέσεως. Ὥσπερ γὰρ ὁ ἡγούμενος ζημιοῦσθαι, πάντα ἀπώλεσεν, καὶ ὁ ἡγούμενος εὖ ποιεῖν πάντα ἀπώλεσεν· οὕτως ὁ ἡγούμενος εὖ πάσχειν, πλέον ἔλαβεν· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ὥστε χάριν ὀφείλεις μᾶλλον τῷ πένητι τοῦ λαβεῖν. Εἰ μὴ γὰρ πένητες ἦσαν, οὐκ ἂν τὸ πολὺ τῶν ἁμαρτημάτων ὑπετέμου· ἰατροὶ τῶν τραυμάτων εἰσὶ τῶν σῶν· φάρμακά σοι παρέχουσι τὰς ἑαυτῶν χεῖρας. Οὐχ οὕτως ἰατρὸς χεῖρας ἐκτείνων, καὶ φάρμακον ἐπιτιθεὶς τὴν ἰατρείαν παρέχει, ὡς πένης χεῖρα ἐκτείνων καὶ τὰ παρὰ σοῦ λαμβάνων, ἐκμαγεῖον τῶν σῶν ἐστι κακῶν. Ἔδωκας τὸ ἀργύριον, συνεξῆλθε καὶ τὰ ἁμαρτήματα. Τοιοῦτοι καὶ οἱ ἱερεῖς· Ἁμαρτίας, φησὶ, λαοῦ μου φάγονται. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως, εὐεργετῇ μᾶλλον, ἢ εὐεργετεῖς· Θεῷ δανείζεις, οὐκ ἀνθρώποις· αὔξεις τὸν πλοῦτον, οὐ μειοῖς· μειοῖς δὲ, ἐὰν μὴ ἐλαττώσῃς, ἐὰν μὴ δῷς. Εἰ ἐξενοδόχησε, φησὶν, εἰ ἁγίων πόδας ἔνιψε. Ποίων δὴ τούτων; Τῶν θλιβομένων, οὐχ ἁπλῶς ἁγίων· ἔνεστι γὰρ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν θεραπείας παρὰ πάντων. Μὴ τούτους δίωκε τοὺς ἐν ἀφθονίᾳ ὄντας, ἀλλὰ τοὺς ἐν θλίψει, τοὺς ἀγνῶτας, τοὺς οὐ παρὰ πολλῶν γνωριζομένους. Ὃς ἐποίησεν ἑνὶ, φησὶ, τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. γʹ. Μὴ δῷς τοῖς προεστῶσι τῆς Ἐκκλησίας διανεῖμαι· σὺ διακόνησον αὐτὴ, ἵνα μὴ τοῦ ἀναλίσκειν, ἀλλὰ καὶ τοῦ ὑπηρετῆσαι ἔχῃς τὸν μισθόν· οἰκείαις χερσὶ δός· σὺ σπεῖρον τὴν αὔλακα. Οὐκ ἔνι ἄροτρον ἐνταῦθα πήξασθαι, οὐδὲ βοῦν ζεῦξαι, οὐδὲ καιρὸν ἀναμεῖναι, οὐδὲ γῆν ἀνατεμεῖν, οὐδὲ κρυμῷ παλαῖσαι· πάσης ταύτης τῆς περιεργασίας ἀπήλλακται οὗτος ὁ σπόρος. Εἰς γὰρ τὸν οὐρανὸν σπείρεις, ἔνθα οὐ κρυμὸς, οὐδὲ χειμὼν, οὐκ ἄλλο οὐδέν· εἰς ψυχὰς σπείρεις, ἔνθα οὐδεὶς τὸ βαλλόμενον αἴρει, ἀλλὰ κατέχεται σφοδρῶς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ μετὰ πολλῆς τῆς σπουδῆς. Σὺ σπεῖρον. ∆ιὰ τί σαυτὸν ἀποστερεῖς τοῦ μισθοῦ; Μέγας μισθὸς τὸ δύνασθαι καὶ τὰ τῶν ἄλλων οἰκονομεῖν. Οὐ τοῦ δοῦναι μόνον μισθός ἐστιν, ἀλλὰ καὶ τοῦ καλῶς οἰκονομῆσαι τὰ διδόμενα. ∆ιὰ τί μὴ σὺ λαμβάνεις τὸν μισθόν; ὅτι γὰρ καὶ τούτου ἐστὶ μισθὸς, ἄκουσον· Κατέστησαν, φησὶν, οἱ ἀπόστολοι τοὺς περὶ Στέφανον εἰς τὴν τῶν χηρῶν διακονίαν. Γενοῦ σὺ οἰκονόμος τῶν σαυτοῦ· αὐτή σε χειροτονεῖ ἡ φιλανθρωπία, ὁ τοῦ Θεοῦ φόβος. Τοῦτο καὶ κενοδοξίας ἀπήλλακται, τοῦτο καὶ ψυχὰς ἀναπαύει, τοῦτο καὶ χεῖρας ἁγιάζει, τοῦτο καὶ φρόνημα κατασπᾷ, τοῦτο καὶ φιλοσοφίαν διδάσκει, τοῦτο προθυμότερον ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας ποιεῖ λαβεῖν· ἄπεισιν ἡ κεφαλή σου δεχομένη πάσας τὰς παρὰ τῶν χηρῶν εὐλογίας. Προθυμότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ· πολλὰ γὰρ ἔστι δι' ἑαυτοῦ ὠφελῆσαι, ἐὰν δῷς. Ὁρᾷς σκηνὴν, καὶ καταγώγιον; ὁρᾷς ἐρημίαν; ὁρᾷς μόνωσιν; Πολλάκις ἀπελθὼν δοῦναι χρήματα, ἔδωκας τὴν ψυχὴν ὁλόκληρον, καὶ κατεσχέθης, καὶ γέγονας συναιχμάλωτος ἐκείνου, συνεξενίτευσας τῷ κόσμῳ. Μέγα πρᾶγμα καὶ πένητας ὁρᾷν. Ἀγαθὸν, φησὶν, εἰσελθεῖν εἰς οἰ 62.575 κίαν πένθους, ἢ εἰς οἰκίαν γέλωτος. Ἐντεῦθεν ἡ ψυχὴ φλεγμαίνει. Ἂν μὲν γὰρ ἔχῃς ὁμοίως τρυφᾷν, προτροπὴν ἔλαβες εἰς σπατάλην· ἂν δὲ μὴ ἔχῃς, λύπην ἐδέξω. Εἰς δὲ τὴν οἰκίαν τοῦ πένθους οὐδὲν τοιοῦτον, ἀλλὰ κἂν μὴ ἔχῃς τρυφᾷν, οὐκ ἤλγησας, κἂν ἔχῃς, καταστέλλῃ. Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς,