1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

67

βοηθοῦσα ταύτῃ, οὐ ταύτῃ βοηθεῖ μόνον, ἀλλὰ καὶ ἐκείναις, μετ' εὐρυχωρίας ἀφεῖσα αὐτὰς τρέφεσθαι. Βούλομαι νεωτέρας, τί; τρυφᾷν; ἀλλὰ σπαταλᾷν; οὐδὲν τοιοῦτον, ἀλλὰ, Γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν εἰς τρυφὴν 62.581 αὐτὰς προτρέπειν, ἐπήγαγε· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἔδει μὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν· ἐπειδὴ δὲ κατώτεραι γεγόνασι, κἂν ἐν αὐτοῖς στηκέτωσαν. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. βʹ. Τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. Τὸ γὰρ ἐπαγαγεῖν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, τοῦτο δηλοῖ. Ἄρα καὶ ὅταν λέγῃ, Χήρας τίμα, τοῦτο λέγει περὶ τῆς τῶν ἀναγκαίων τροφῆς, Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, φησί· καὶ πάλιν, Τίμα τὰς ὄντως χήρας· τουτέστι, τὰς ἐν πενίᾳ· ὅσῳ γὰρ ἄν τις ἐν πενίᾳ ᾖ, τοσούτῳ μᾶλλόν ἐστι χήρα. Τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα. Ὁ μὲν γὰρ νόμος φησὶν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὁρᾷς πῶς βούλεται κάμνειν τὸν διδάσκαλον; Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄλλος πόνος τοιοῦτος, ὡς ὁ ἐκείνου. Ἀλλ' ἐκεῖνο μὲν τοῦ νόμου· πῶς δὲ καὶ τὸ τοῦ Χριστοῦ τίθησιν; Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Μὴ τῷ μισθῷ τοίνυν προσέχωμεν μόνῳ, ἀλλὰ καὶ πῶς προσέταξε· φησὶ γὰρ, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστιν. Ὥστε εἴ τις τρυφᾷ καὶ ἀνίεται, οὐκ ἔστιν ἄξιος· εἰ μή τίς ἐστι βοῦς ἀλοῶν, καὶ πρὸς πνῖγος καὶ πρὸς ἀκάνθας τὸ ζεῦγος ἀνέχων ἕλκει, καὶ οὐ πρότερον ἀφίσταται, ἕως ταῖς ἀποθήκαις τοὺς καρποὺς εἰσκομίσει, οὐκ ἔστιν ἄξιος. Ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιῤῥέειν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ κάμνωσι μήτε ἐκλύωνται, μηδὲ περὶ τὰ μικρὰ σχολάζοντες τῶν μεγάλων ἀποστερῶσιν ἑαυτούς· ἵνα τὰ πνευματικὰ ἐργάζωνται, μηδένα τῶν βιωτικῶν ποιούμενοι λόγον. Τοιοῦτοι ἦσαν οἱ Λευῗται· οὐδὲν αὐτοῖς ἔμελε τῶν βιωτικῶν, ὅτι τοῖς λαϊκοῖς ἔμελε τῆς αὐτῶν προνοίας, καὶ νόμῳ ἐτέτακτο τὰ τῶν προσόδων, οἷον αἱ δεκάται, τὰ ἀπὸ τῶν χρυσίων, αἱ ἀπαρχαὶ, αἱ εὐχαὶ, καὶ πολλὰ ἕτερα. Ἀλλ' ἐκείνοις μὲν εἰκότως ταῦτα ἐνομοθέτει, ἅτε τὰ παρόντα ζητοῦσιν· ἐγὼ δὲ πλέον οὐδὲν λέγω τοῦ δεῖν τοὺς προεστῶτας ἔχειν τροφὰς καὶ σκεπάσματα, ἵνα μὴ περιέλκωνται εἰς ταῦτα. Τί δέ ἐστι, ∆ιπλῆς τιμῆς; ∆ιπλῆς τῆς πρὸς τὰς χήρας, ἢ τῆς πρὸς τοὺς διακόνους, ἢ ἁπλῶς διπλῆς τιμῆς πολλῆς φησι. Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ὅτι διπλῆς αὐτοὺς τιμῆς ἠξίωσεν, ἀλλ' ὅτι προσέθηκε, Τοὺς καλῶς προεστῶτας. Τί δέ ἐστι, Καλῶς προεστῶτας; Ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἄρα τοῦτό ἐστι καλῶς προεστάναι, μηδενὸς φείδεσθαι τῆς ἐκείνων κηδεμονίας ἕνεκεν. Μάλιστα, φησὶν οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες μὴ δεῖν λόγου, μηδὲ διδασκαλίας; ὅπου γε καὶ Τιμοθέῳ τοσαῦτα παραινεῖ λέγων, Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· καὶ πάλιν, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντας. Καὶ τούτους μάλιστα πάντων τῶν ἄλλων τιμᾶσθαι βούλεται· καὶ τὴν αἰτίαν τίθησιν, ὅτι πολὺν πόνον ὑπομένουσι, φησίν. Εἰκότως. Ὅταν γὰρ ὁ μὲν ἕτερος μήτε ἀγρυπνῇ, μήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ ἀμεριμνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, μελετῶν, 62.582 καὶ μάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ μάλιστα τιμῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα; Μυρίαις γὰρ γλώσσαις ἐστὶν ὑπεύθυνος· ὁ δεῖνα ἐμέμψατο, ἕτερος ἐπῄνεσεν, ἄλλος ἔσκωψεν, ἄλλος διέβαλε τὴν μνήμην καὶ τὴν σύνθεσιν· καὶ δεῖ αὐτῷ πολλῆς ἰσχύος, ὥστε ταῦτα φέρειν. Μέγα γὰρ