1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

2

ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Μετὰ δὲ τούτων καὶ τὴν ἀπὸ τοῦ λόγου δύναμιν ἔχοντες αὐτόθι, σφόδρα ἐπῄροντο. ∆ιὸ καὶ ἰδιώτην ἑαυτὸν καλεῖ, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τούτῳ, οὐδὲ μέγα τι κτῆμα, τοὐναντίον μὲν οὖν ἡγεῖται. Ἐπεὶ οὖν εἰκὸς ἦν τινας ὑπὸ τούτων παραπείθεσθαι, πρό 61.384 τερον αὐτοὺς ἐγκωμιάσας ὑπὲρ ὧν κατώρθωσαν, καὶ τὴν ἀπόνοιαν ἐκείνων τὴν ἐπὶ τοῖς Ἰουδαϊκοῖς καταβαλὼν, ἐπειδὴ παρὰ καιρὸν αὐτὰ τηρεῖν ἐφιλονείκουν, τότε συμμέτρως καὶ τὴν ὑπὲρ τούτων ποιεῖται ἐπίπληξιν. Ἡ μὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς, ὡς ἄν τις ἐν κεφαλαίῳ καὶ παρατρέχων εἴποι, αὕτη μοι εἶναι δοκεῖ. ∆εῖ δὲ αὐτοῦ τοῦ προοιμίου τῆς Ἐπιστολῆς ἅψασθαι λοιπὸν, καὶ μετὰ τὴν εἰωθυῖαν αὐτοῦ πρόσρησιν εἰπεῖν, τίνος ἕνεκεν οὕτως ἤρξατο ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τέως μέντοι αὐτὴν τὴν ἀρχὴν ἀναγκαῖον εἰπεῖν, καὶ ζητῆσαι πῶς τὸν Τιμόθεον ἐνταῦθα ἑαυτῷ συντάττει. Παῦλος γὰρ, φησὶν, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός. Καὶ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἐπηγγέλλετο αὐτὸν πέμπειν, καὶ παρήγγελλε λέγων· Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· πῶς οὖν ἐνταῦθα αὐτὸν ἑαυτῷ ἐν τῷ προοιμίῳ συντάττει; Παραγενόμενος κατὰ τὴν ὑπόσχεσιν τοῦ διδασκάλου (Ἔπεμψα γὰρ ὑμῖν Τιμόθεον, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ), καὶ διορθώσας ἅπαντα, ἐπανῆλθε. Καὶ γὰρ πέμπων αὐτὸν ἔλεγε· Προπέμψατε αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. βʹ. Ἐπεὶ οὖν ἀπέλαβε τὸν διδάσκαλον, καὶ τὰ ἐν Ἀσίᾳ διορθώσας μετ' αὐτοῦ (Ἐπιμενῶ γὰρ, φησὶν, ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς), πάλιν εἰς Μακεδονίαν διέβη, εἰκότως αὐτὸν ἅτε παρόντα ἑαυτῷ συντάττει λοιπόν. Καὶ γὰρ τότε μὲν ἐξ Ἀσίας, νῦν δὲ ἀπὸ Μακεδονίας ἐπιστέλλει. Συνέταξε δὲ αὐτὸν, ἐκεῖνόν τε σεμνότερον ταύτῃ ποιῶν, καὶ τὴν πολλὴν ἑαυτοῦ ταπεινοφροσύνην ἐνδεικνύμενος· καὶ γὰρ καταδεέστερος αὐτοῦ ἦν, ἀλλ' ἡ ἀγάπη πάντα συνάγει. ∆ιὸ καὶ πανταχοῦ αὐτὸν ἑαυτῷ ἐξισάζει, νῦν μὲν λέγων· Ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσε· νῦν δὲ, Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ· ἐνταῦθα δὲ καὶ ἀδελφὸν καλεῖ, διὰ πάντων αἰδέσιμον αὐτὸν Κορινθίοις καθιστάς. Καὶ γὰρ ἦν παραγεγονὼς, ὥσπερ ἔφην, αὐτόθι, καὶ πεῖραν τῆς αὐτοῦ δεδωκὼς ἀρετῆς. Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων πάντας εἰς ἓν καὶ συνδέων. Οὐ γὰρ ἂν γένοιτο Ἐκκλησία μία, διεσπασμένων τῶν ἐν αὐτῇ, καὶ κατ' ἀλλήλων ἑστώτων. Σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαΐᾳ. Ἅμα καὶ τιμᾷ Κορινθίους, διὰ τῆς τούτων Ἐπιστολῆς πάντας προσαγορεύων, καὶ ὁλόκληρον συνάγει τὸ ἔθνος. Ἁγίους δὲ καλεῖ, δεικνὺς ὅτι εἴ τις ἀκάθαρτος, ἐκτός ἐστι τῆς προσηγορίας ταύτης. ∆ιὰ τί δὲ τῇ μητροπόλει γράφων, πᾶσι δι' αὐτῆς ἐπιστέλλει, οὐ πανταχοῦ τοῦτο ποιῶν; Θεσσαλονικεῦσι γοῦν ἐπιστέλλων οὐ δήπου καὶ Μακεδόσιν ἐπέστελλε· καὶ Ἐφεσίοις γράφων, ὁμοίως οὐ περιέλαβε τὴν Ἀσίαν ἅπασαν· καὶ ἡ πρὸς Ῥωμαίους δὲ Ἐπιστολὴ, οὐχὶ καὶ τοῖς τὴν Ἰταλίανοἰκοῦσίν ἐστιν ἐπεσταλμένη. Ἀλλ' ἐνταῦθα αὐτὸ ποιεῖ, καὶ ἐν τῇ πρὸς Γαλάτας. Οὐδὲ γὰρ ἐκεῖ μιᾷ πόλει, καὶ δύο καὶ τρισὶν, ἀλλὰ τοῖς πανταχοῦ διεσπαρμένοις 61.385 ἐπιστέλλει, λέγων· Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, χάρις ὑμῖν καὶ εἰρήνη. Καὶ Ἑβραίοις δὲ μίαν ἅπασιν ἔγραψεν Ἐπιστολὴν, οὐδὲ τούτους διελὼν κατὰ πόλεις. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Ἐμοὶ δοκεῖ τὸ κοινὰ τὰ νοσήματα εἶναι ἐνταῦθα· διὸ καὶ κοινὴν ποιεῖται τὴν Ἐπιστολὴν, ἐπειδὴ καὶ κοινῆς ἐδέοντο τῆς διορθώσεως. Καὶ γὰρ Γαλάται πάντες ἐνόσουν, καὶ Ἑβραῖοι· οἶμαι δὲ καὶ οὗτοι. Συναγαγὼν τοίνυν ἅπαν τὸ ἔθνος, καὶ προσειπὼν αὐτοὺς, ὡς πάντας αὐτῷ προσαγορεύειν νόμος ἦν· Χάρις γὰρ ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· ἄκουσον πῶς καταλλήλως ἄρχεται τῇ προκειμένῃ